Ancient Greek
Page 120
Theodoretus Scr. Eccl. et Theol., Eranistes 120
Not analysed yet
ΕΡΑΝ. Ὅτι πιστεύειν μὲν ἔφασαν εἰς τὴν θεότητα τοῦ Χριστοῦ· τὸν δὲ περὶ τῆς ἀνθρωπότητος οὐ προσίενται λόγον. ΟΡΘ. Τοιγάρτοι πεῖσαι τούτους σπουδάσομεν, στέρξαι καὶ τὸν περὶ τῆς ἀνθρωπότητος λόγον, καὶ μὴ φαντασίαν τὴν θείαν οἰκονομίαν καλεῖν. ΕΡΑΝ. Οὕτω προσήκει ποιεῖν. ΟΡΘ. Ἐροῦμεν τοίνυν αὐτοῖς, ὡς οὐ χρὴ μόνον θεόν, ἀλλὰ καὶ ἄνθρωπον ἀποκαλεῖν τὸν Χριστόν. ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Καὶ πῶς οἷόν τε παραιτουμένους ἡμᾶς τὸ καὶ ἄνθρωπον ἀποκαλεῖν τὸν Χριστόν, ἄλλοις τοῦτο παρεγγυᾶν; οὐ γὰρ εἴξουσι παραινοῦσιν ἡμῖν, ἀλλὰ ταὐτὰ φρονοῦντας ἐλέγξουσι. ΕΡΑΝ. Καὶ πῶς ἡμεῖς τὰ αὐτὰ φρονοῦμεν ἐκείνοις καὶ σάρκα ὁμολογοῦντες καὶ ψυχὴν λογικὴν ἀνειληφέναι τὸν θεὸν λόγον; ΟΡΘ. Εἰ τοίνυν τὰ πράγματα ὁμολογοῦμεν, τί δήποτε φεύγομεν τὰ ὀνόματα; ΕΡΑΝ. Ἀπὸ τῶν τιμιωτέρων χρὴ τὸν σωτῆρα καλεῖν. ΟΡΘ. Φύλαξον τοιγαροῦν τοῦτον τὸν κανόνα, καὶ μὴ καλέσῃς ἐσταυρωμένον μηδὲ ἐκ νεκρῶν ἐγηγερμένον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. ΕΡΑΝ. Ἀλλὰ ταῦτα τῶν παθημάτων ἐστὶ τῶν σωτηρίων ὀνόματα· ἡ δὲ τῶν παθημάτων ἄρνησις, τῆς σωτηρίας ἀναίρεσις. ΟΡΘ. Τὸ δὲ ἄνθρωπος ὄνομα φύσεως ὄνομά ἐστιν· ἡ δὲ τούτου σιωπή, τῆς φύσεως ἄρνησις· ἡ δὲ τῆς φύσεως ἄρνησις, τῶν παθημάτων ἀναίρεσις· ἡ δέ γε τούτων ἀναίρεσις φροῦδον τὴν σωτηρίαν ποιεῖ. ΕΡΑΝ. Τὸ μὲν εἰδέναι τὴν ληφθεῖσαν φύσιν προὔργου τίθεμαι· τὸ δέ γε ἄνθρωπον ἀποκαλεῖν τὸν σωτῆρα τῆς οἰκουμένης σμικρύνειν ἐστὶ τοῦ δεσπότου τὴν δόξαν. ΟΡΘ. Οὐκοῦν σοφώτερον σαυτὸν καὶ Πέτρου καὶ Παύλου καὶ αὐτοῦ γε τοῦ σωτῆρος ἡγῇ; Ὁ μὲν γὰρ κύριος πρὸς Ἰουδαίους ἔφη·