Ancient Greek
Page 122
Theodoretus Scr. Eccl. et Theol., Eranistes 122
Not analysed yet
τελειοτάτῳ γράφοντος μαθητῇ· "Εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων·" καὶ παῦσαι μάτην ἀδολεσχῶν, καὶ νόμους ἡμῖν περὶ θείων ὀνομάτων τιθείς. Καὶ αὐτὸ δέ γε τοῦ μεσίτου τὸ ὄνομα θεότητος ἐνταῦθα καὶ ἀνθρωπότητος ὑπάρχει δηλωτικόν. Οὐ γὰρ μόνον ὑπάρχων θεὸς ἐκλήθη μεσίτης· πῶς γὰρ ἂν ἐμεσίτευσεν ἡμῖν καὶ θεῷ μηδὲν ἔχων ἡμέτερον; Ἐπεὶ δὲ ὡς θεὸς συνῆπται τῷ πατρὶ τὴν αὐτὴν ἔχων οὐσίαν, ὡς δὲ ἄνθρωπος ἡμῖν, ἐξ ἡμῶν γὰρ ἔλαβε τὴν τοῦ δούλου μορφήν, εἰκότως μεσίτης ὠνόμασται, συνάπτων ἐν ἑαυτῷ τὰ διεστῶτα τῇ ἑνώσει τῶν φύσεων, θεότητος λέγω καὶ ἀνθρωπότητος. ΕΡΑΝ. Μωϋσῆς οὖν οὐκ ὠνομάσθη μεσίτης, ἄνθρωπος ὢν μόνον; ΟΡΘ. Τύπος ἦν ἐκεῖνος τῆς ἀληθείας· ὁ δὲ τύπος οὐκ ἔχει πάντα ὅσαπερ ἡ ἀλήθεια. Οὗ δὴ χάριν ἐκεῖνος οὐκ ἦν μὲν φύσει θεός, ὠνομάσθη δὲ ὅμως θεός, ἵνα πληρώσῃ τὸν τύπον. "Ἰδού, γάρ φησι, τέθεικά σε θεὸν τῷ Φαραῷ·" αὐτίκα τοίνυν ὡς θεῷ καὶ προφήτην ἀφώρισεν. "Ἀαρών, γάρ φησιν, ὁ ἀδελφός σου, ἔσται σοι προφήτης." Ἡ δὲ ἀλήθεια καὶ θεὸς φύσει καὶ ἄνθρωπος φύσει. ΕΡΑΝ. Καὶ τίς ἂν καλέσαι τύπον τὸν οὐκ ἐναργεῖς ἔχοντα τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας; ΟΡΘ. Ὡς ἔοικε, τὰς βασιλικὰς εἰκόνας οὐ καλεῖς βασιλέως εἰκόνας; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Καὶ μὴν οὐ πάντα ἔχουσιν, ὅσαπερ τὸ ἀρχέτυπον ἔχει. Πρῶτον μὲν γάρ εἰσιν ἄψυχοί τε καὶ ἄλογοι· εἶτα τῶν ἐντὸς μορίων ἐστέρηνται, καρδίας, φημί, καὶ κοιλίας καὶ ἥπατος καὶ τῶν ἄλλων ὁπόσα τούτοις συνέζευκται. Ἔπειτα τὸ μὲν τῶν αἰσθήσεων ἔχουσιν εἶδος, τὰς δὲ τούτων ἐνεργείας οὐκέτι. Οὔτε γὰρ ἐπαΐουσιν, οὔτε φθέγγονται, οὔτε ὁρῶσιν· οὐ γράφουσιν, οὐ βαδίζουσιν, οὐκ ἄλλο τι δρῶσι τῶν ἀνθρωπίνων· ἀλλ' ὅμως εἰκόνες καλοῦνται βασιλικαί. Οὕτω καὶ Μωϋσῆς μεσίτης καὶ ὁ Χριστὸς μεσίτης· ἀλλ' ὁ μέν, ὡς εἰκὼν καὶ τύπος· ὁ δέ, ὡς ἀλήθεια. Ἵνα δέ σοι καὶ ἑτέρωθεν αὐτὸ σαφέστερον ἐπιδείξω, ἀνάμνησόν με τῶν περὶ τοῦ Μελχισεδὲκ εἰρημένων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ.