Ancient Greek
Page 130
Theodoretus Scr. Eccl. et Theol., Eranistes 130
Not analysed yet
ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν." ΕΡΑΝ. Ἐν οἷς ἀνέγνως ἀρτίως, ἔδειξας τὸν κύριον τοῖς Ἰουδαίοις θεὸν ἑαυτὸν οὐκ ἄνθρωπον δείξαντα. ΟΡΘ. Οὐδὲ γὰρ ἐδέοντο μαθεῖν ὅπερ ᾔδεισαν. Ὅτι μὲν γὰρ ἄνθρωπος ἦν, ᾔδεισαν· ὅτι δὲ καὶ θεὸς ὑπῆρχεν, οὐκ ᾔδεισαν. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν Φαρισαίων πεποίηκεν. Ὡς γὰρ ἀνθρώπῳ κοινῷ προσιόντας ἰδών, ἤρετο αὐτοὺς οὕτως· "Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός;" Ἐκείνων δὲ εἰρηκότων, "Τοῦ Δαβίδ," αὐτὸς ἐπήγαγε· "Πῶς οὖν Δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ; Εἶπε, γάρ φησιν, ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου." Εἶτα συλλογίζεται· "Εἰ οὖν κύριος αὐτοῦ ἐστι, πῶς υἱὸς αὐτοῦ ἐστι;" ΕΡΑΝ. Κατὰ σαυτοῦ τὴν μαρτυρίαν παρήγαγες. Ἀναφανδὸν γὰρ ὁ κύριος τοὺς Φαρισαίους ἐδίδαξε μὴ καλεῖν αὐτὸν υἱὸν Δαβίδ, ἀλλὰ κύριον Δαβίδ. Διὰ δὲ τούτων πέφανται θεὸς καλεῖσθαι βουλόμενος, ἀλλ' οὐκ ἄνθρωπος. ΟΡΘ. Οὐ προσέσχες, ὡς ἔοικε, τῇ θείᾳ διδασκαλίᾳ. Οὐ γὰρ ἀνεῖλε τὸ καλεῖσθαι υἱὸς Δαβίδ, ἀλλὰ προστέθεικε τὸ χρῆναι πιστεύεσθαι καὶ κύριος εἶναι τοῦ Δαβίδ. Τοῦτο γὰρ διδάσκει σαφῶς τό· "Εἰ οὖν κύριος αὐτοῦ ἐστι, πῶς υἱὸς αὐτοῦ ἐστιν;" Οὐ γὰρ εἶπεν, εἰ κύριός ἐστιν, υἱὸς οὐκ ἔστιν, ἀλλά, "Πῶς υἱὸς αὐτοῦ ἐστιν;" ἀντὶ τοῦ, κατά τι κύριος, καὶ κατά τι υἱός. Ταῦτα δὲ ἄντικρυς καὶ τὴν θεότητα δείκνυσι καὶ τὴν ἀνθρωπότητα. ΕΡΑΝ. Οὐ χρεία συλλογισμῶν. Ἄντικρυς γὰρ ὁ κύριος ἐδίδαξεν, ὡς οὐ βούλεται καλεῖσθαι υἱὸς Δαβίδ. ΟΡΘ. Ἔδει τοίνυν καὶ τοὺς τυφλοὺς καὶ τὴν Χαναναίαν καὶ μέντοι καὶ τοὺς ὄχλους διδάξαι, μὴ καλεῖν αὐτὸν υἱὸν Δαβίδ. Καὶ γὰρ οἱ