Ancient Greek
Page 132
Theodoretus Scr. Eccl. et Theol., Eranistes 132
Not analysed yet
καὶ ταύτῃ δεικνὺς τὴν τοῦ εὐαγγελίου ἀλήθειαν. "Ἐν ᾧ, γὰρ ἔφη, κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος." Πολλὰς δὲ καὶ ἄλλας τοιάσδε μαρτυρίας ῥᾴδιον ἦν μοι παραγαγεῖν, ἀλλὰ παρέλκον τοῦτο νενόμικα. ΕΡΑΝ. Ὑποσχόμενος δείξειν τὸν κύριον τὴν ἐλλείπουσαν διδασκαλίαν προστιθέντα τοῖς δεομένοις, ὅτι μὲν τοῖς Φαρισαίοις καὶ τοῖς ἄλλοις Ἰουδαίοις περὶ τῆς οἰκείας διελέχθη θεότητος, εἴρηκας· ὅτι δέ γε καὶ τὴν περὶ τῆς σαρκὸς διδασκαλίαν προσήνεγκεν, οὐκ ἀπέδειξας. ΟΡΘ. Μάλιστα μὲν περιττὸν ἦν περὶ τῆς ὁρωμένης διαλεχθῆναι σαρκός· ἐναργῶς γὰρ ἑωρᾶτο, καὶ ἐσθίουσα καὶ πίνουσα καὶ κοπιῶσα καὶ καθεύδουσα. Πλὴν ὅμως, ἵνα τὰ πρὸ τοῦ πάθους παρῶ πολλά γε ὄντα καὶ διάφορα, μετὰ τὴν ἀνάστασιν ἀπιστοῦσι τοῖς ἀποστόλοις οὐ τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρωπότητα ἔδειξε· "Βλέπετε, γάρ φησι, τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Ἰδού σοι πεπληρώκαμεν τὴν ὑπόσχεσιν· ἐδείξαμεν γὰρ τοῖς μὲν ἀγνοοῦσι τὴν θεότητα τὴν περὶ ταύτης προσενεχθεῖσαν διδασκαλίαν· τοῖς δὲ ἀπιστοῦσι τῇ τῆς σαρκὸς ἀναστάσει ταύτην ἐπιδειχθεῖσαν· παῦσαι τοίνυν φιλονεικῶν, καὶ τὰς δύο τοῦ σωτῆρος ὁμολόγησον φύσεις. ΕΡΑΝ. Δύο πρὸ τῆς ἑνώσεως ἦσαν· συνελθοῦσαι δὲ μίαν ἀπετέλεσαν φύσιν. ΟΡΘ. Πότε δὲ φὴς γεγενῆσθαι τὴν ἕνωσιν; ΕΡΑΝ. Εὐθὺς ἐγὼ λέγω παρὰ τὴν σύλληψιν. ΟΡΘ. Τὸν δὲ θεὸν λόγον οὐ προϋπάρχειν τῆς συλλήψεως λέγεις; ΕΡΑΝ. Πρὸ τῶν αἰώνων εἶναί φημι. ΟΡΘ. Τὴν δέ γε σάρκα συνυπάρχειν αὐτῷ; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἀλλ' ἐκ πνεύματος ἁγίου μετὰ τὴν τοῦ ἀγγέλου διαπλασθῆναι πρόσρησιν; ΕΡΑΝ. Οὕτως φημί. ΟΡΘ. Οὐκοῦν οὐ δύο ἦσαν πρὸ τῆς ἑνώσεως φύσεις, ἀλλὰ μία μόνη. Εἰ γὰρ προϋπάρχει μὲν ἡ θεότης, ἡ δέ γε ἀνθρωπότης οὐ