Ancient Greek
Page 140
Theodoretus Scr. Eccl. et Theol., Eranistes 140
Not analysed yet
θεότητα τοῦ τῶν ὅλων δεσπότου μὴ δυνηθήναι μήτε τὴν οἰκείαν φύσιν ἀκήρατον διασῶσαι, μήτε τὴν ἀνθρωπείαν ἣν ἔλαβεν ἐπὶ τῶν ὅρων τῶν οἰκείων διατηρῆσαι, ἀλλὰ κερᾶσαι τὰ ἄκρατα, καὶ μῖξαι τὰ ἄμικτα; Ταῦτα γὰρ ὑποπτεύειν ἡ μία φύσις παρασκευάζει. ΕΡΑΝ. Καί μοι τὸ τῆς συγχύσεως φευκτόν ἐστιν ὄνομα· δύο δὲ λέγειν παραιτοῦμαι φύσεις, ἵνα μὴ τῇ τῶν υἱῶν περιπέσω δυάδι. ΟΡΘ. Ἐγὼ δὲ ἑκάτερον διαφυγεῖν σπουδάζω κρημνόν, καὶ τὸν τῆς δυσσεβοῦς συγχύσεως καὶ τὸν τῆς δυσσεβοῦς διαιρέσεως. Ἐμοὶ γὰρ ἴσως ἀνόσιον καὶ διχῆ τὸν ἕνα μερίζειν υἱὸν καὶ τὸ ἀρνεῖσθαι τὴν δυάδα τῶν φύσεων. Εἰπὲ δέ μοι πρὸς τῆς ἀληθείας· εἴ τίς σοι τῶν Ἀρείου ἢ τῶν Εὐνομίου στασιωτῶν προσδιαλεγόμενος σμικρύνειν τὸν υἱὸν πειρῷτο, καὶ τοῦ πατρὸς δεικνύναι μείονά τε καὶ ὑποδεέστερον, ἐκεῖνα λέγων, ἅπερ λέγειν εἰώθασι, καὶ προφέρων ἀπὸ τῆς θείας γραφῆς τό· "Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·" καὶ τό· "Νῦν ἡ ψυχή μου τετάρακται," καὶ τὰ ἄλλα τὰ τοιαῦτα· πῶς ἂν αὐτοῦ διαλύσαις τὰ προβλήματα; πῶς δ' ἂν δείξειας οὐκ ἐλαττούμενον ἐκ τούτων τὸν υἱόν, οὐδέ γε ἑτεροούσιον ὄντα, ἀλλ' ἐκ τῆς τοῦ πατρὸς γεγεννημένον οὐσίας; ΕΡΑΝ. Εἴποιμ' ἄν, ὡς τὰ μὲν θεολογικῶς, τὰ δὲ οἰκονομικῶς ἡ θεία λέγει γραφή, καὶ ὡς οὐ χρὴ τὰ οἰκονομικῶς εἰρημένα τοῖς θεολογικοῖς συναρμόττειν. ΟΡΘ. Ἀλλά γε ἐκεῖνος φαίη ἄν, ὡς κἀν τῇ παλαιᾷ πολλὰ οἰκονομικῶς ἡ θεία λέγει γραφή. Τοιοῦτο γάρ ἐστι τό· "Ἤκουσεν Ἀδὰμ τῆς φωνῆς κυρίου τοῦ θεοῦ περιπατοῦντος·" καὶ τό· "Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μήγε, ἵνα γνῶ·" καὶ τό· "Νῦν ἔγνων, ὅτι φοβῇ σὺ τὸν θεόν·" καὶ πολλὰ ἕτερα τοιαῦτα. ΕΡΑΝ. Πρὸς ταῦτα πάλιν ἀποκριναίμην ἄν, ὡς πολλὴ τῶν οἰκονομιῶν ἡ διαφορά. Ἐν μὲν γὰρ τῇ παλαιᾷ λόγων τοιούτων οἰκονομία, ἐνταῦθα δὲ καὶ πραγμάτων. ΟΡΘ. Ἀλλ' ἔροιτο ἂν ἐκεῖνος· Ποίων πραγμάτων; ΕΡΑΝ. Ἀλλ' εὐθὺς ἀκούσεται, τῶν τῆς σαρκώσεως. Ἐνανθρωπήσας γὰρ ὁ τοῦ θεοῦ υἱός, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, ποτὲ