Ancient Greek
Page 145
Theodoretus Scr. Eccl. et Theol., Eranistes 145
Not analysed yet
ΕΡΑΝ. Καὶ μὴν πάμπαν ἐναλλάττει. Οὐκέτι γὰρ σίδηρος, ἀλλὰ πῦρ εἶναι νομίζεται· καὶ μέντοι καὶ τὴν πυρὸς ἐνέργειαν ἔχει. ΟΡΘ. Οὐκέτι τοίνυν αὐτὸν ὁ χαλκεὺς σίδηρον ὀνομάζει, οὐδὲ τῷ ἄκμονι προσφέρει, οὐδέ γε ἐπιφέρει τὴν σφύραν; ΕΡΑΝ. Ὡμολόγηται ταῦτα. ΟΡΘ. Οὐκ ἐλυμήνατο ἄρα τοῦ σιδήρου τὴν φύσιν ἡ τοῦ πυρὸς ὁμιλία. ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Εἰ τοίνυν ἐν σώμασιν ἔστιν εὑρεῖν ἀσύγχυτον κρᾶσιν, μανία ἄρα σαφὴς ἐπὶ τῆς ἀκηράτου καὶ ἀναλλοιώτου φύσεως σύγχυσιν νοεῖν καὶ τῆς φύσεως τῆς ἀναληφθείσης ἀφανισμόν, καὶ ταῦτα ληφθείσης ἐπ' εὐεργεσίᾳ τοῦ γένους. ΕΡΑΝ. Οὐκ ἀφανισμὸν τῆς ληφθείσης λέγομεν φύσεως, ἀλλὰ τὴν εἰς θεότητος οὐσίαν μεταβολήν. ΟΡΘ. Οὐκοῦν ἔχει τὸ ἀνθρώπινον εἶδος καὶ τὴν προτέραν περιγραφήν; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Πότε δὲ ταύτην ἐδέξατο τὴν μεταβολήν; ΕΡΑΝ. Μετὰ τὴν ἄκραν ἕνωσιν. ΟΡΘ. Πηνίκα δὲ ταύτην γεγενῆσθαι λέγεις; ΕΡΑΝ. Πολλάκις ἔφην, παρὰ τὴν σύλληψιν. ΟΡΘ. Καὶ μὴν μετὰ τὴν σύλληψιν καὶ ἔμβρυον ἦν ἐν τῇ μήτρᾳ, καὶ τεχθεὶς βρέφος καὶ ἦν καὶ ἐκλήθη, καὶ ὑπὸ ποιμένων προσεκυνήθη; καὶ παιδίον ὡσαύτως καὶ ἐγένετο καὶ ὑπὸ τοῦ ἀγγέλου προσηγορεύθη. Οἶσθα ταῦτα, ἢ πλάττειν ἡμᾶς μύθους ὑπείληφας; ΕΡΑΝ. Ταῦτα ἡ τῶν θείων εὐαγγελίων ἱστορία διδάσκει, καὶ ἀντιλέγειν οὐχ οἷόν τε. ΟΡΘ. Σκοπήσωμεν οὖν καὶ τὰ ἑξῆς. Οὐχ ὁμολογοῦμεν περιτμηθῆναι τὸν κύριον; ΕΡΑΝ. Ὁμολογοῦμεν. ΟΡΘ. Τίνος οὖν ἡ περιτομή; σαρκὸς ἢ θεότητος; ΕΡΑΝ. Τῆς σαρκός. ΟΡΘ. Τίνος δὲ τὸ αὔξεσθαι καὶ προκόπτειν ἡλικίᾳ τε καὶ σοφίᾳ; ΕΡΑΝ. Δῆλον ὡς οὐδὲν τούτων ἁρμόττει θεότητι.