Ancient Greek
Page 148
Theodoretus Scr. Eccl. et Theol., Eranistes 148
Not analysed yet
ΟΡΘ. Ἀλλ' ὁ κύριος ἄπηρα καὶ ἀλώβητα πάντων ἀνθρώπων ἐγείρει τὰ σώματα· οὔτε γὰρ χωλότης οὔτε τυφλότης ἐν τοῖς ἀνισταμένοις εὑρίσκεται· τῷ δέ γε οἰκείῳ σώματι τὰς ἐκ τῶν ἥλων γεγενημένας διατρήσεις κατέλιπε καὶ τὴν τῆς πλευρᾶς ὠτειλήν, καὶ τούτου μάρτυρες αὐτός τε ὁ κύριος καὶ τοῦ Θωμᾶ αἱ χεῖρες. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Εἰ τοίνυν μετὰ τὴν ἀνάστασιν τροφῆς μετέλαβεν ὁ δεσπότης, καὶ τὰς χεῖρας ἔδειξε καὶ τοὺς πόδας τοῖς μαθηταῖς, καὶ τὰς ἐν τούτοις διατρήσεις τῶν ἥλων, καὶ μέντοι γε καὶ τὴν πλευρὰν καὶ τὴν ἐν αὐτῇ γεγενημένην ἐκ τῆς πληγῆς ὠτειλήν, καὶ ἔφη πρὸς αὐτούς· "Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα," μεμένηκεν ἄρα καὶ μετὰ τὴν ἀνάστασιν ἡ τοῦ σώματος φύσις, καὶ εἰς ἑτέραν οὐσίαν οὐ μετεβλήθη. ΕΡΑΝ. Οὐκοῦν καὶ θνητόν ἐστι καὶ παθητὸν μετὰ τὴν ἀνάστασιν; ΟΡΘ. Οὐδαμῶς, ἀλλ' ἄφθαρτον καὶ ἀπαθὲς καὶ ἀθάνατον. ΕΡΑΝ. Εἰ ἄφθαρτόν ἐστι καὶ ἀπαθὲς καὶ ἀθάνατον, εἰς ἑτέραν μεταβέβληται φύσιν. ΟΡΘ. Τοιγαροῦν καὶ τὰ πάντων ἀνθρώπων σώματα εἰς ἑτέραν οὐσίαν μεταβληθήσεται· ἄφθαρτα γὰρ ἅπαντα καὶ ἀθάνατα ἔσται· ἢ οὐκ ἀκήκοας τοῦ ἀποστόλου λέγοντος· "Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν;" ΕΡΑΝ. Ἀκήκοα. ΟΡΘ. Οὐκοῦν μένει μὲν ἡ φύσις, μεταβάλλεται δὲ αὐτῆς τὸ φθαρτὸν εἰς ἀφθαρσίαν, καὶ τὸ θνητὸν εἰς ἀθανασίαν. Σκοπήσωμεν δὲ οὑτωσί· τὸ ἀσθενοῦν σῶμα καὶ τὸ ὑγιαῖνον σῶμα καλοῦμεν ὁμοίως. ΕΡΑΝ. Ναιχί. ΟΡΘ. Διατί; ΕΡΑΝ. Ἐπειδὴ μετέχει τῆς αὐτῆς οὐσίας τὰ ἀμφότερα. ΟΡΘ. Καὶ μὴν πλείστην ἐν αὐτοῖς ὁρῶμεν διαφοράν. Τὸ μὲν γάρ ἐστιν ὑγιές τε καὶ ἄρτιον καὶ ἀπήμαντον· τὸ δὲ ἢ τὸν ὀφθαλμὸν ἐκκεκομμένον, ἢ τὸ σκέλος ἔχει πεπληγμένον, ἢ ἄλλο τι πάθος παγχάλεπον.