Ancient Greek
Page 150
Theodoretus Scr. Eccl. et Theol., Eranistes 150
Not analysed yet
ΕΡΑΝ. Οὐκοῦν οὐδὲ πρὸ τῆς ἐνανθρωπήσεως ἀπερίγραφος ἦν. Ὑπὸ γὰρ τῶν Σεραφὶμ αὐτὸν εἶδεν ὁ προφήτης κυκλούμενον. ΟΡΘ. Οὐκ αὐτὴν εἶδεν ὁ προφήτης τοῦ θεοῦ τὴν οὐσίαν, ἀλλ' ὄψιν τινὰ τῇ αὐτοῦ δυνάμει συμβαίνουσαν. Μετὰ δὲ τὴν ἀνάστασιν ἅπαντες αὐτὴν τοῦ κριτοῦ τὴν ὁρωμένην ὄψονται φύσιν. ΕΡΑΝ. Ὑποσχόμενος λόγον μὴ λέγειν ἀμάρτυρον, λογισμοὺς ἡμῖν οἰκείους προσφέρεις. ΟΡΘ. Ἐγὼ ταῦτα παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς. Ἤκουσα γὰρ Ζαχαρίου τοῦ προφήτου λέγοντος· "Ὄψονται εἰς ὃν ἐξεκέντησαν." Πῶς δὲ ἕψεται τῇ προφητείᾳ τὸ τέλος, τῶν ἐσταυρωκότων μὴ γνωριζόντων ἣν ἐσταύρωσαν φύσιν; Ἤκουσα δὲ καὶ τοῦ νικηφόρου Στεφάνου βοῶντος· "Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστηκότα ἐκ δεξιῶν τοῦ θεοῦ." Εἶδε δὲ τὴν ὁρωμένην, οὐ τὴν ἀόρατον φύσιν. ΕΡΑΝ. Ταῦτα μὲν οὕτω γέγραπται. Ἀλλὰ τὸ σῶμα, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, οὐκ οἶμαί σε δείξειν ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν προσαγορευόμενον σῶμα. ΟΡΘ. Μάλιστα μὲν καὶ τὰ προειρημένα τοῦ σώματος ὑπάρχει δηλωτικά· τὸ γὰρ ὁρώμενον, σῶμα· δείξω δὲ ὅμως καὶ μετὰ τὴν ἀνάληψιν σῶμα καλούμενον τοῦ δεσπότου τὸ σῶμα. Ἄκουσον τοίνυν τοῦ ἀποστόλου διδάσκοντος· "Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Οὐ τοίνυν εἰς ἑτέραν μεταβέβληται φύσιν, ἀλλὰ μεμένηκε σῶμα, θείας μέντοι δόξης πεπληρωμένον καὶ φωτὸς ἐκπέμπον ἀκτῖνας· ἐκείνῳ τὰ τῶν ἁγίων σώματα γενήσεται σύμμορφα. Εἰ δὲ εἰς ἑτέραν ἐκεῖνο μετεβλήθη φύσιν, καὶ τὰ τούτων ὡσαύτως μεταβληθήσεται. Σύμμορφα γὰρ ἐκείνῳ γενήσεται. Εἰ δὲ τὰ τῶν ἁγίων φυλάττει τὸν χαρακτῆρα τῆς φύσεως, καὶ τὸ δεσποτικὸν ἄρα ὡσαύτως τὴν οἰκείαν οὐσίαν ἀμετάβλητον ἔχει. ΕΡΑΝ. Ἴσα τοίνυν ἔσται τῷ δεσποτικῷ σώματι τὰ τῶν ἁγίων σώματα; ΟΡΘ. Τῆς μὲν ἀφθαρσίας καὶ μέντοι καὶ τῆς ἀθανασίας μεθέξει καὶ ταῦτα. Κοινωνήσει δὲ καὶ τῆς δόξης, καθά φησιν ὁ ἀπόστολος·