Ancient Greek
Page 186
Theodoretus Scr. Eccl. et Theol., Eranistes 186
Not analysed yet
ἰδιώματα μεταβάλλει, ὥστε καὶ τέμνεσθαι καὶ ἐλαττοῦσθαι, πόσῳ μᾶλλον ὁ μὴ φύσει σώματι συμφυὴς θεὸς ἀμεταβλήτως ἑνοῦται πρὸς σῶμα; Καὶ εἰ τὸ σῶμα τοῦ ἀνθρώπου ἐπὶ τῆς ἰδίας φύσεως μένει, καὶ τοῦτό γε ἐψυχωμένον, οὐδὲ ἐπὶ τοῦ Χριστοῦ τὸ σῶμα ἡ σύγκρασις μήτε μετέβαλεν ὡς μὴ εἶναι σῶμα. Καὶ μετὰ πλεῖστα πάλιν ταῦτα τέθεικεν. Ὁ ψυχὴν καὶ σῶμα ὁμολογῶν ὡς ἓν ὑπὸ τῆς γραφῆς παρίστασθαι ἑαυτῷ μάχεται τὴν τοιαύτην ἕνωσιν τοῦ λόγου πρὸς σῶμα μεταβολὴν εἶναι φάσκων, ταύτην οὐδὲ ἐπὶ ψυχῆς θεωρουμένην. Ἄκουσον αὐτοῦ πάλιν διαρρήδην βοῶντος. Εἰ οἱ μὴ λέγοντες παραμένειν τὴν σάρκα τοῦ κυρίου δυσσεβοῦσι, πολλῷ μᾶλλον οἱ μηδὲ τὴν ἀρχὴν σεσαρκῶσθαι ὁμολογοῦντες· Καὶ ἐν τῷ περὶ σαρκώσεως λογιδίῳ πάλιν ταῦτα γέγραφε. Τὸ μὲν οὖν, "Κάθου ἐκ δεξιῶν μου," ὡς πρὸς ἄνθρωπον λέγει· οὐ γὰρ τῷ ἀεὶ καθημένῳ ἐπὶ θρόνου δόξης καθὸ θεὸς λόγος εἴρηται μετὰ τὴν ἄνοδον τὴν ἐκ γῆς· ἀλλὰ τῷ νῦν εἰς τὴν ἐπουράνιον ὑψωθέντι δόξαν καθὸ ἄνθρωπος, ὡς οἱ ἀπόστολοι λέγουσιν· "Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανούς· λέγει δὲ αὐτός, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου." Ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν τῇ καθέδρᾳ διδόν, θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι θεῷ, ᾧ λειτουργοῦσιν αἱ χίλιαι χιλιάδες, καὶ παρεστήκασιν αἱ μύριαι μυριάδες. Καὶ μετ' ὀλίγα. Οὐ γὰρ ὡς θεῷ ὑποτάσσει τοὺς ἐχθρούς, ἀλλ' ὡς ἀνθρώπῳ, ὥστε τὸν αὐτὸν εἶναι καὶ θεὸν ὁρώμενον καὶ ἄνθρωπον. Ὅτι δὲ ὡς ἀνθρώπῳ λέγεται τό, "Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου," διδάσκει Παῦλος ἴδιον αὐτοῦ τὸ κατόρθωμα λέγων κατὰ τὸ θεϊκὸν δηλαδή· "Κατὰ τὴν ἐνέργειαν, φησί, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα." Ὅρα ἀχωρίστως ἐν τῷ ἑνὶ προσώπῳ θεότητα καὶ ἀνθρωπότητα. Καὶ μετὰ βραχέα.