Ancient Greek
Page 189
Theodoretus Scr. Eccl. et Theol., Eranistes 189
Not analysed yet
ΑΠΑΘΗΣ ΔΙΑΛΟΓΟΣ Γʹ ΟΡΘ. Ὅτι μὲν ἄτρεπτος ὁ θεὸς λόγος καὶ ἐνηνθρώπησεν οὐκ εἰς σάρκα τραπείς, ἀλλ' ἀνθρωπείαν φύσιν τελείαν λαβών, ἐν τοῖς πρόσθεν ἐξητασμένοις ἀπεδείξαμεν λόγοις. Ὅτι δὲ καὶ μετὰ τὴν ἕνωσιν μεμένηκεν οἷος ἦν, ἀκήρατος, ἀπαθής, ἀναλλοίωτος, ἀπερίγραφος, καὶ ὡς ἣν ἀνέλαβε φύσιν ἀκραιφνῆ διετήρησε, σαφῶς ἡμᾶς ἡ θεία γραφὴ καὶ μέντοι καὶ τῶν ἐκκλησιῶν οἱ διδάσκαλοι καὶ τῆς οἰκουμένης οἱ φωστῆρες ἐδίδαξαν. Λοιπὸν τοίνυν ἡμῖν ὁ περὶ τοῦ πάθους πρόκειται λόγος, ὡς μάλιστα προὐργιαίτατος ὤν. Αὐτὸς γὰρ ἡμῖν τὰ σωτήρια προσενήνοχε νάματα. ΕΡΑΝ. Ὀνησιφόρον μὲν κἀγὼ τόνδε τὸν λόγον ὑπείληφα. Τῆς μέντοι προτέρας οὐκ ἀνέξομαι τάξεως, ἀλλὰ ἐγὼ τὰς ἐρωτήσεις ποιήσομαι. ΟΡΘ. Ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ οὐκ ὀρρωδήσω τῆς τάξεως τὴν ἐναλλαγήν. Ὁ γὰρ τῆς ἀληθείας συνήγορος οὐκ ἐρωτῶν μόνον, ἀλλὰ καὶ ἐρωτώμενος, ἔχει τῆς ἀληθείας τὸ κράτος. Ἔρου τοίνυν ὡς ἐβουλήθης. ΕΡΑΝ. Τίνα τὸ πάθος ὑπομεμενηκέναι λέγεις; ΟΡΘ. Τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ΕΡΑΝ. Ἄνθρωπος οὖν ἡμῖν παρέσχε τὴν σωτηρίαν; ΟΡΘ. Ἄνθρωπον γὰρ εἶναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συνωμολογήσαμεν μόνον; ΕΡΑΝ. Νῦν οὖν ὅρισαι τί τὸν Χριστὸν εἶναι πιστεύεις. ΟΡΘ. Υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος ἐνανθρωπήσαντα. ΕΡΑΝ. Ὁ δὲ τοῦ θεοῦ υἱὸς θεός; ΟΡΘ. Θεὸς τὴν αὐτὴν ἔχων οὐσίαν τῷ γεγεννηκότι πατρί. ΕΡΑΝ. Θεὸς οὖν τὸ πάθος ὑπέμεινεν. ΟΡΘ. Εἰ ἀσώματος τῷ σταυρῷ προσηλώθη, τῇ θεότητι τὸ πάθος ἅρμοσον· εἰ δὲ σάρκα λαβὼν ἐνηνθρώπησε, τί δήποτε τὸ μὲν παθητὸν ἐᾷς ἀπαθές, τὸ δὲ ἀπαθὲς ὑποβάλλεις τῷ πάθει;