Ancient Greek
Page 191
Theodoretus Scr. Eccl. et Theol., Eranistes 191
Not analysed yet
τοῖς ὀδοῦσιν ἐλέπτυνεν, καὶ ταῖς μύλαις ἐλέανεν. Εἶτ' αὖθις ὁ οἰσοφάγος τοῦτον ὑποδεξάμενος παρέπεμψε τῇ γαστρί· κἀκείνη δὲ ἀλλοιώσασα τῷ ἥπατι μεταδέδωκε. Τὸ δέ γε ἧπαρ εἰς αἵματος φύσιν μετέβαλεν ὅπερ ἔλαβε, καὶ τῇ κοίλῃ φλεβὶ παραδέδωκεν· ἐκείνη δὲ ταῖς συμφυέσι, κἀκεῖναι διὰ τῶν ἄλλων τῷ σώματι· καὶ οὕτως εἰς ἅπαν διέβη τὸ σῶμα τῆς ἀπειρημένης βρώσεως ἡ λῃστεία. Εἰκότως τοίνυν τὸ σῶμα μόνον τὴν ὑπὲρ τῆς ἁμαρτίας ὑπέμεινε τιμωρίαν. ΟΡΘ. Φυσιολογικῶς ἡμῖν τὰ περὶ τῆς τροφῆς διεξελήλυθας, καὶ δι' ὅσων αὕτη μορίων ὁδεύουσα καὶ πόσας ἀλλοιώσεις ὑφισταμένη ὕστερον εἰς τὴν τοῦ σώματος μεταβάλλεται φύσιν. Ἐκεῖνο μέντοι συνιδεῖν οὐκ ἠθέλησας, ὡς δίχα ψυχῆς τούτων οὐδὲν τὸ σῶμα τῶν εἰρημένων ἐργάζεται. Καταλειφθὲν γὰρ ὑπὸ τῆς συνεζευγμένης ψυχῆς κεῖται ἄπνουν καὶ ἄφωνον καὶ ἀκίνητον· καὶ οὔτε ὀφθαλμὸς ὁρᾷ κακῶς οὔτ' αὖ καλῶς, οὔτε τὰ ὦτα εἰσδέχεται τῶν φωνῶν τὴν ἠχήν, οὐ κινοῦνται χεῖρες, οὐ βαδίζουσι πόδες· ἀλλ' ἔοικεν ὀργάνῳ ἐστερημένῳ τοῦ μουσικοῦ. Πῶς οὖν ἔφησθα μόνον ἡμαρτηκέναι τὸ σῶμα τὸ δίχα ψυχῆς μηδὲ ἀναπνεῖν τὸ παράπαν δυνάμενον; ΕΡΑΝ. Μεταλαμβάνει μὲν τὸ σῶμα ζωῆς παρὰ τῆς ψυχῆς, προξενεῖ δὲ τῇ ψυχῇ τῆς ἁμαρτίας τὴν ἐπιζήμιον κτῆσιν. ΟΡΘ. Πῶς καὶ τίνα τρόπον; ΕΡΑΝ. Διὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾶν αὐτὴν παρασκευάζει κακῶς, διὰ δὲ τῶν ἀκοῶν ἀκούειν ἃ μὴ συμφέρει, καὶ διὰ τῆς γλώττης τὰ λυμαινόμενα φθέγγεσθαι, καὶ διὰ τῶν ἄλλων μορίων ἃ μὴ θέμις ποιεῖν. ΟΡΘ. Τοὺς κωφοὺς ἡμῖν, ὡς ἔοικε, μακαριστέον καὶ τοὺς τὸ βλέπειν ἀφῃρημένους καὶ τῶν ἄλλων μορίων ἐστερημένους. Οὐ γὰρ μεταλαγχάνουσι τούτων αἱ ψυχαὶ τῆς πονηρίας τοῦ σώματος. Τί δήποτε δέ, ὦ σοφώτατε, τῶν μὲν ψεκτῶν τοῦ σώματος ἐμνήσθης ὑπουργιῶν, τὰς ἀξιεπαίνους δὲ παραλέλοιπας; Ἔστι γὰρ καὶ φιλικῶς καὶ φιλανθρώπως ἰδεῖν, καὶ κατανύξεως ἀπομόρξασθαι δάκρυον, καὶ θείων ἀκοῦσαι λογίων, καὶ κλῖναι δεομένῳ τὸ οὖς, καὶ ὑμνῆσαι τῇ γλώττῃ τὸν ποιητήν, καὶ διδάξαι τὸν πέλας ἃ δεῖ, καὶ κινῆσαι τὰς χεῖρας εἰς ἔλεον, καὶ συλλήβδην εἰπεῖν, εἰς ἅπασαν κτῆσιν ἀρετῆς χρήσασθαι τοῖς μορίοις τοῦ σώματος. ΕΡΑΝ. Ἀληθῆ ταῦτα.