Ancient Greek
Page 193
Theodoretus Scr. Eccl. et Theol., Eranistes 193
Not analysed yet
γὰρ ἔνθα κτιστὸν τὸ ἀθάνατον ἀδύνατον ὤφθη τοῦτο γενέσθαι θνητόν, πῶς οἷόν τε τὸν ἀκτίστως καὶ ἀϊδίως ἀθάνατον τὸν τῶν θνητῶν καὶ ἀθανάτων φύσεων ποιητὴν θανάτου μεταλαχεῖν; ΕΡΑΝ. Ἴσμεν αὐτοῦ καὶ ἡμεῖς τὴν φύσιν ἀθάνατον, σαρκὶ δὲ αὐτόν φαμεν μετεσχηκέναι θανάτου. ΟΡΘ. Ἀλλὰ διαρρήδην ἡμεῖς ἀπεδείξαμεν, ὡς κατ' οὐδένα τρόπον θανάτου μετασχεῖν δυνατὸν τὸ φύσει ἀθάνατον. Οὐδὲ γὰρ ἡ ψυχὴ συνδημιουργηθεῖσα καὶ συναφθεῖσα τῷ σώματι καὶ συμμετασχοῦσά γε τῆς ἁμαρτίας, ἐκείνῳ ἐκοινώνησε τοῦ θανάτου διὰ μόνην τὴν ἀθανασίαν τῆς φύσεως. Ταὐτὸ δὲ τοῦτο καὶ ἑτέρως σκοπήσωμεν. ΕΡΑΝ. Οὐδὲν κωλύει πάντα κινῆσαι πόρον, ὥστε τ' ἀληθὲς ἐξευρεῖν. ΟΡΘ. Ζητήσωμεν τοίνυν ὡδί. Τῆς ἀρετῆς καὶ τῆς κακίας φαμέν τινας μὲν εἶναι διδασκάλους, τινὰς δὲ τούτων αὐτῶν φοιτητάς; ΕΡΑΝ. Φαμέν. ΟΡΘ. Τὸν δέ γε τῆς ἀρετῆς διδάσκαλον μειζόνων εἶναι λέγομεν ἄξιον ἀντιδόσεων; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Ὡσαύτως δὲ καὶ τὸν τῆς κακίας διπλασίας καὶ τριπλασίας λέγεις ἄξιον τιμωρίας; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Τὸν δὲ διάβολον ποίας θετέον μερίδος; διδάσκαλον εἶναί φαμεν ἢ μαθητήν; ΕΡΑΝ. Διδασκάλων μὲν οὖν διδάσκαλον. Αὐτὸς γὰρ πάσης ἐστὶ κακίας καὶ πατὴρ καὶ διδάσκαλος. ΟΡΘ. Τίνες δὲ ἄρα τούτου ἀνθρώπων πρῶτοι γεγένηνται μαθηταί; ΕΡΑΝ. Ὁ Ἀδὰμ καὶ ἡ Εὔα. ΟΡΘ. Τίνες δὲ τὴν ψῆφον τοῦ θανάτου ἐδέξαντο; ΕΡΑΝ. Ὁ Ἀδὰμ καὶ πᾶν τοῦδε τὸ γένος. ΟΡΘ. Οἱ μαθηταὶ ἄρα δίκας ἔδοσαν ὑπὲρ ὧν κακῶς ἐδιδάχθησαν· ὁ δέ γε διδάσκαλος, ὃν ἀρτίως εἰρήκαμεν διπλασίας εἶναι καὶ τριπλασίας κολάσεως ἄξιον, τὴν τιμωρίαν διέφυγεν; ΕΡΑΝ. Ἔοικεν.