Ancient Greek
Page 195
Theodoretus Scr. Eccl. et Theol., Eranistes 195
Not analysed yet
ἐκείνων εὑρήσεις σκοπόν. Ἔφη δὲ οὕτως· "Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις· ἦ οὐχ ὡς γάλα με ἤμελξας, ἔπηξας δέ με ἴσα τυρῷ; Δέρμα καὶ κρέας ἐνέδυσάς με, ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με· ζωὴν δὲ καὶ ἔλεον ἔθου παρ' ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαττέ μου τὸ πνεῦμα." Τούτοις ἐπάγει, "Ταῦτα ἔχων ἐν ἑαυτῷ, οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν." Οὐκοῦν ὅσα τούτοις συμβαίνει, καὶ τῇ ἀκηράτῳ φύσει πρέπειν δύνασθαι ἔφη τῷ τῶν ὅλων θεῷ; ΕΡΑΝ. Οὐδὲν ἀδύνατον τῷ παντοδυνάμῳ θεῷ. ΟΡΘ. Καὶ τὸ ἁμαρτάνειν ἄρα δυνατὸν τῷ παντοδυνάμῳ θεῷ κατά γε τὸν ὅρον τὸν σόν. ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Διὰ τί; ΕΡΑΝ. Ἐπειδήπερ οὐ βούλεται. ΟΡΘ. Τοῦ δὴ χάριν οὐ βούλεται; ΕΡΑΝ. Ἐπειδὴ τῆς φύσεως ἐκείνης τὸ ἁμαρτάνειν ἀλλότριον. ΟΡΘ. Πολλὰ τοίνυν οὐ δύναται· πολλὰ γὰρ εἴδη πλημμελημάτων. ΕΡΑΝ. Οὐδὲν τῶν τοιούτων ἢ βουλητὸν ἢ δυνατὸν τῷ θεῷ. ΟΡΘ. Οὔτε μὴν ἐκεῖνα ἃ τῆς φύσεώς ἐστιν ἐναντία τῆς θείας. ΕΡΑΝ. Ποῖα ταῦτα; ΟΡΘ. Οἷον, φῶς νοερόν τε καὶ ἀληθινὸν εἶναι τὸν θεὸν ἐδιδάχθημεν. ΕΡΑΝ. Ἀληθῶς. ΟΡΘ. Ἀλλ' οὐκ ἂν αὐτὸν φαίημεν σκότος ἢ βουληθῆναι ἢ δυνηθῆναι γενέσθαι. ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Πάλιν ἀόρατον αὐτοῦ τὴν φύσιν ἡ θεία λέγει γραφή. ΕΡΑΝ. Οὕτω λέγει. ΟΡΘ. Ἀλλ' ὁρατὴν αὐτὴν οὐκ ἂν εἴποιμεν δύνασθαι γενέσθαι ποτέ. ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Οὔτε μὴν καταληπτήν. ΕΡΑΝ. Οὐ γάρ. ΟΡΘ. Ἀκατάληπτος γάρ ἐστι καὶ πάμπαν ἀνέφικτος. ΕΡΑΝ. Ἀληθῆ λέγεις. ΟΡΘ. Οὐκοῦν οὐδὲ ὁ ὢν γένοιτ' ἂν οὐκ ὤν.