Ancient Greek
Page 201
Theodoretus Scr. Eccl. et Theol., Eranistes 201
Not analysed yet
ΕΡΑΝ. Καὶ πῶς οἷόν τε κατ' οὐσίαν ἓν εἶναι τὴν σάρκα καὶ τὸν πατέρα; ΟΡΘ. Τοιγαροῦν τῆς θεότητος ταῦτα δηλωτικά. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Καὶ τό, "Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ θεὸς ἦν ὁ λόγος," καὶ τὰ τούτοις ὅμοια; ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Ὅταν δὲ πάλιν ἡ θεία λέγῃ γραφή, "Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθητο οὕτως ἐπὶ τῆς πηγῆς," τίνος ὑποληπτέον τὸν κόπον; τῆς θεότητος ἢ τοῦ σώματος; ΕΡΑΝ. Οὐκ ἀνέχομαι τὰ ἡνωμένα μερίζειν. ΟΡΘ. Τῇ θείᾳ οὖν, ὡς ἔοικε, φύσει προσαρμόττεις τὸν κόπον; ΕΡΑΝ. Ἐμοὶ οὕτως δοκεῖ. ΟΡΘ. Ἀλλ' ἄντικρυς ἀντιφθέγγῃ τῷ προφήτῃ βοῶντι· "Οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην." Καὶ μετ' ὀλίγα· "Οἱ δὲ ὑπομένοντές με ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετός· δραμοῦνται, καὶ οὐ κοπιάσουσι· βαδιοῦνται, καὶ οὐ πεινάσουσι." Πῶς τοίνυν ὁ τὸ ἀνενδεές τε καὶ ἄπονον τοῖς ἄλλοις δωρούμενος, αὐτὸς τοῦ κόπου τὸ πάθος καὶ τῆς πείνης καὶ τοῦ δίψους ὑπέμεινεν; ΕΡΑΝ. Πολλάκις εἶπον, ὅτι ὡς θεὸς ἀπαθής ἐστι καὶ ἀνενδεής· μετὰ δὲ τὴν σάρκωσιν ἠνέσχετο τῶν παθῶν. ΟΡΘ. Τῇ θεότητι τὰ πάθη δεχόμενος, ἢ τῇ παθητῇ φύσει παραχωρῶν κατὰ φύσιν ὑπομένειν τὰ πάθη καὶ κηρύττειν τῷ πάσχειν, ὡς οὐ φαντασία τὸ φαινόμενον, ἀλλ' ἀληθῶς ἐκ τῆς ἀνθρωπείας φύσεως εἰλημμένον; Σκοπήσωμεν δὲ οὕτως· ἀπερίγραφον τὴν θείαν φύσιν φαμέν; ΕΡΑΝ. Οὕτως ἔχει. ΟΡΘ. Ἡ δὲ ἀπερίγραφος φύσις ὑπ' οὐδενὸς περιγράφεται. ΕΡΑΝ. Οὐ γὰρ οὖν. ΟΡΘ. Οὐ τοίνυν δεῖται μεταβάσεως· πανταχοῦ γάρ ἐστιν. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Τὸ δὲ μεταβάσεως οὐ δεόμενον οὐδὲ βαδίσεως.