Ancient Greek
Page 204
Theodoretus Scr. Eccl. et Theol., Eranistes 204
Not analysed yet
ΕΡΑΝ. Παρὰ τῆς θείας γραφῆς μεμαθήκαμεν, ὡς ὁ υἱὸς τοῦ θεοῦ τὸ πάθος ὑπέμεινεν. ΟΡΘ. Καὶ μὴν ὁ θεῖος ἀπόστολος ἑρμηνεύει τὸ πάθος, καὶ τὴν πεπονθυῖαν ἐπιδείκνυσι φύσιν. ΕΡΑΝ. Δεῖξον τοίνυν ὡς τάχιστα, καὶ λύσον τὴν ἀμφισβήτησιν. ΟΡΘ. Οὐκ οἶσθα τὸ χωρίον ἐκεῖνο τῆς πρὸς Ἑβραίους γραφείσης ἐπιστολῆς, ἔνθα φησὶν ὁ θεσπέσιος Παῦλος· "Διὸ οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός." ΕΡΑΝ. Οἶδα ταῦτα, ἀλλ' οὐδέν ἐστιν ἐν τούτοις ὧν ἀποδείξειν ὑπέσχου. ΟΡΘ. Ὑποφαίνει μὲν καὶ ταῦτα ὅπερ δείξειν ἐπηγγειλάμην. Τὸ γὰρ τῆς ἀδελφότητος ὄνομα δηλοῖ συγγένειαν, τὴν δὲ συγγένειαν ἡ προσληφθεῖσα φύσις εἰργάσατο· ἡ δὲ πρόσληψις ἀναφανδὸν κηρύττει τὸ τῆς θεότητος ἀπαθές. Ἵνα δέ σε τοῦτο διδάξω σαφέστερον, ἀνάγνωθι τὰ ἑξῆς. ΕΡΑΝ. "Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχηκε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας." ΟΡΘ. Οἶμαι ταῦτα σαφηνείας μὴ δεῖσθαι· σαφῶς γὰρ διδάσκει τὸ τῆς οἰκονομίας μυστήριον. ΕΡΑΝ. Ὧν ἐπηγγείλω δείξειν ἐν τούτοις οὐδὲν ἑώρακα. ΟΡΘ. Καὶ μὴν διαρρήδην ἐδίδαξεν ὁ θεῖος ἀπόστολος, ὡς οἰκτείρας τῶν ἀνθρώπων τὴν φύσιν ὁ ποιητής, οὐ μόνον ἁρπαζομένην ὑπὸ τοῦ θανάτου πικρῶς, ἀλλὰ καὶ παρὰ πᾶσαν τὴν ζωὴν τῷ δέει δεδουλωμένην, διὰ σώματος τοῖς σώμασιν ἐπραγματεύσατο τὴν ἀνάστασιν, καὶ διὰ φύσεως θνητῆς κατέλυσε τοῦ θανάτου τὴν δυναστείαν. Ἐπειδὴ γὰρ αὐτὸς ἀθάνατον εἶχε τὴν φύσιν, ἐβουλήθη δὲ δικαίως παῦσαι τοῦ θανάτου τὸ κράτος, ἐκ τῶν ὑποκειμένων τῷ θανάτῳ λαβὼν ἀπαρχήν, καὶ ταύτην ἄμωμον φυλάξας καὶ ἁμαρτίας ἀμύητον, παρεχώρησε μὲν τῷ θανάτῳ καὶ ταύτην ἁρπάσαι καὶ τὴν ἀπληστίαν ἐμπλῆσαι· διὰ δὲ τὴν κατὰ ταύτης ἀδικίαν, καὶ τὴν κατὰ τῶν ἄλλων