Ancient Greek
Page 213
Theodoretus Scr. Eccl. et Theol., Eranistes 213
Not analysed yet
τοῦ θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ· καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι, καὶ κατέθηκεν ἐν μνημείῳ," καὶ τὰ ἑξῆς. Θαύμασον τοίνυν τὴν συμφωνίαν ὁρῶν καὶ συμφώνως καὶ συνεχῶς φερόμενον τὸ τοῦ σώματος ὄνομα. Καὶ ὁ πανεύφημος δὲ Λουκᾶς παραπλησίως ἱστόρηκεν, ὡς τὸ σῶμα ᾔτησεν ὁ Ἰωσήφ, καὶ λαβὼν τῶν νομιζομένων ἠξίωσεν. Ὁ δὲ θειότατος Ἰωάννης καὶ ἕτερα προσιστόρησεν. "Ἠρώτησε, γάρ φησι, τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ᾖρε τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρότερον, φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ρʹ. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐνείλησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν." Ὅρα τοίνυν ποσάκις τοῦ σώματος μνημονεύσας, καὶ δείξας ὡς τοῦτο τῷ σταυρῷ προσηλώθη, καὶ τοῦτο ᾔτησε τὸν Πιλᾶτον ὁ Ἰωσήφ, καὶ τοῦτο καθεῖλεν ἀπὸ τοῦ ξύλου, καὶ τοῦτο τοῖς ὀθονίοις μετὰ τῆς σμύρνης καὶ τῆς ἀλόης ἐνείλησαν, τότε τὸ τοῦ προσώπου τέθεικεν ὄνομα, καὶ τὸν Ἰησοῦν εἴρηκεν ἐν τῷ μνημείῳ τεθῆναι. Τούτου δὴ ἕνεκα καὶ ὁ ἄγγελος ἔφη· "Δεῦτε, βλέπετε ὅπου ἔκειτο ὁ κύριος," ἀπὸ τῆς κοινῆς προσηγορίας τὸ σῶμα καλέσας. Οὕτω γὰρ καὶ ἡμεῖς λέγειν εἰώθαμεν, ἐν τῷδε τῷ τόπῳ ὁ δεῖνα ἐτάφη, καὶ οὔ φαμεν, τὸ σῶμα τοῦ δεῖνος, ἀλλὰ ὁ δεῖνα. Πᾶς δὲ σωφρονῶν οἶδεν ὡς περὶ τοῦ σώματος λέγομεν. Οὕτω δὲ λέγειν σύνηθες τῇ θείᾳ γραφῇ· "Ἀπέθανε, γάρ φησιν, Ἀαρών, καὶ ἔθαψαν αὐτὸν ἐν Ὢρ τῷ ὄρει·" καί· "Ἀπέθανε Σαμουήλ, καὶ ἔθαψαν αὐτὸν ἐν Ἀρμαθέμ," καὶ μυρία τοιαῦτα. Τοῦτο τὸ ἔθος τετήρηκεν ὁ θεῖος