Ancient Greek
Page 216
Theodoretus Scr. Eccl. et Theol., Eranistes 216
Not analysed yet
δεσποτικῆς ἀναστάσεως. Καὶ δῆλον ὡς σῶμα ἦν κἀνταῦθα τὸ τεθνεός τε καὶ ἀναστάν. Οὐ γὰρ ἂν ἐπειράθη διὰ τούτου γε δεῖξαι τὴν πάντων ἀνάστασιν, εἰ μὴ τὴν πρὸς ἐκεῖνα εἶχε κατ' οὐσίαν συγγένειαν. Οὐ μὴν ἀνέξομαι τῇ ἀνθρωπείᾳ γε φύσει μόνῃ προσάψαι τὸ πάθος· ἀλλ' ἀκόλουθον εἶναί μοι δοκεῖ τὸ λέγειν τὸν θεὸν λόγον τεθνηκέναι σαρκί. ΟΡΘ. Πολλάκις ἐδείξαμεν, ὡς τὸ φύσει ἀθάνατον κατ' οὐδένα γε τρόπον ἀποθανεῖν δύναται. Εἰ τοίνυν τέθνηκεν, οὐκ ἄρα ἀθάνατος. Ἡλίκοι δὲ τῇ βλασφημίᾳ τῶν λόγων οἱ κίνδυνοι; ΕΡΑΝ. Φύσει μέν ἐστιν ἀθάνατος, ἐνανθρωπήσας δὲ πέπονθεν. ΟΡΘ. Τοιγαροῦν τροπὴν ὑπέμεινε. Πῶς γὰρ ἄλλως ἀθάνατος ὢν ἐδέξατο θάνατον; Ἀλλὰ μὴν συνωμολογήσαμεν ἄτρεπτον εἶναι τὴν τῆς τριάδος οὐσίαν· ἥκιστα οὖν ἄρα θανάτου μετέλαχε φύσιν ἔχων ὑπερτέραν τροπῆς. ΕΡΑΝ. Ὁ θεῖος εἴρηκε Πέτρος, "Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί." ΟΡΘ. Τούτῳ γε καὶ ὁ ἡμέτερος συμφωνεῖ λόγος· ἐκ γὰρ τῆς θείας γραφῆς μεμαθήκαμεν τὸν τῶν δογμάτων κανόνα. ΕΡΑΝ. Πῶς τοίνυν οὔ φατε τὸν θεὸν λόγον πεπονθέναι σαρκί; ΟΡΘ. Ὅτι παρὰ τῇ θείᾳ γραφῇ ταύτην οὐχ εὑρήκαμεν τὴν φωνήν. ΕΡΑΝ. Καὶ μὴν τοῦ μεγάλου Πέτρου χρῆσιν τοιαύτην ἀρτίως παρήγαγον. ΟΡΘ. Ἀγνοεῖς, ὡς ἔοικε, τὴν τῶν ὀνομάτων διαφοράν. ΕΡΑΝ. Ποίων ὀνομάτων; Οὐ δοκεῖ σοι θεὸς εἶναι λόγος ὁ δεσπότης Χριστός; ΟΡΘ. Τὸ Χριστὸς ὄνομα ἐπὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν τὸν ἐνανθρωπήσαντα θεὸν λόγον δηλοῖ· τὸ Ἐμμανουὴλ τὸν μεθ' ἡμῶν θεόν, τὸν θεὸν καὶ ἄνθρωπον· τὸ δέ γε θεὸς λόγος οὑτωσὶ λεγόμενον τὴν ἁπλῆν φύσιν, τὴν προκόσμιον, τὴν ὑπέρχρονον, τὴν ἀσώματον σημαίνει. Οὗ δὴ χάριν τὸ πανάγιον πνεῦμα τὸ διὰ τῶν ἁγίων ἀποστόλων φθεγξάμενον οὐδαμοῦ πάθος ἢ θάνατον τῇδε τῇ προσηγορίᾳ προσήρμοσεν. ΕΡΑΝ. Εἰ τῷ Χριστῷ προσάπτει τὸ πάθος, ὁ δὲ θεὸς λόγος ἐνανθρωπήσας ὠνομάσθη Χριστός, οὐδὲν ἄτοπον οἶμαι δρᾶν λέγων τὸν θεὸν λόγον πεπονθέναι σαρκί.