Ancient Greek
Page 218
Theodoretus Scr. Eccl. et Theol., Eranistes 218
Not analysed yet
ΟΡΘ. Ταύτην δὴ οὖν ἡμῖν, ὦ ἀγαθέ, τὴν εὐλάβειαν καὶ ἐπὶ τοῦ σωτηρίου διατήρησον πάθους, καὶ ὅσα τῶν θείων ὀνομάτων ἀφῆκεν ἡ γραφὴ τοῦ πάθους ἐλεύθερα, ἄφες καὶ σύ, καὶ μὴ προσάψῃς τούτοις τὸ πάθος. ΕΡΑΝ. Καὶ τίνα ταῦτά ἐστιν; ΟΡΘ. Οὐδαμοῦ τῇ θεὸς προσηγορίᾳ τὸ πάθος συνέζευξεν. ΕΡΑΝ. Οὐδὲ ἐγὼ τὸν θεὸν λόγον δίχα σώματος λέγω παθεῖν, ἀλλὰ σαρκὶ πεπονθέναι φημί. ΟΡΘ. Τρόπον οὖν πάθους οὐκ ἀπάθειαν λέγεις· τοῦτο δέ γε οὐδὲ ψυχῆς πέρι ἀνθρωπείας φαίη τις ἄν. Τίς γὰρ εἴποι ἄν, μὴ κομιδῇ παραπαίων, ὅτι σαρκὶ τέθνηκεν ἡ Παύλου ψυχή; οὐδὲ γὰρ περὶ παμπονήρου τινὸς τοῦτό γε ἂν ῥηθείη ποτέ· ἀθάνατοι γὰρ καὶ τῶν πονηρῶν αἱ ψυχαί. Ἀλλὰ τὸν δεῖνα μὲν τὸν ἀνδροφόνον ἀνῃρῆσθαί φαμεν, τὴν τούτου δέ γε ψυχὴν οὐκ ἄν τις εἴποι κατεσφάχθαι σαρκί. Εἰ δὲ τὰς τῶν ἀνδροφόνων καὶ τυμβωρύχων ψυχὰς ἐλευθέρας εἶναι θανάτου φαμέν, πολλῷ δήπουθεν δικαιότερον ἀθάνατον εἰδέναι τὴν τοῦ σωτῆρος ἡμῶν ψυχήν, ἅτε δὴ καὶ ἁμαρτίας ἥκιστα γεγευμένην. Εἰ γὰρ αἱ τὰ μέγιστα πλημμελήσασαι τοῦ θανάτου τὴν πεῖραν διὰ τὴν φύσιν διέφυγον, πῶς ἂν ἐκείνη, καὶ φύσιν ἀθάνατον ἔχουσα καὶ μηδὲ σμικρᾶς ἁμαρτίας δεξαμένη κηλῖδα, ἐδέξατο ἂν τοῦ θανάτου τὸ ἄγκιστρον; ΕΡΑΝ. Μάτην ἡμῖν τοὺς μακροὺς τούτους προσενήνοχας λόγους. Ὁμολογοῦμεν γὰρ ἀθάνατον εἶναι τὴν τοῦ σωτῆρος ψυχήν. ΟΡΘ. Καὶ ποίας οὐκ ἂν εἴητε ἄξιοι τιμωρίας, τὴν μὲν ψυχήν, ἣ κτιστὴν ἔχει τὴν φύσιν, ἀθάνατον λέγοντες, θνητὴν δὲ τῷ λόγῳ τὴν θείαν οὐσίαν κατασκευάζοντες; Καὶ τὴν μὲν τοῦ σωτῆρος ψυχὴν οὐ λέγοντες γεύσασθαι θανάτου σαρκί, αὐτὸν δὲ τὸν θεὸν λόγον, τὸν τῶν ἁπάντων δημιουργόν, τοῦτον λέγειν τολμῶντες πεπονθέναι τὸ πάθος; ΕΡΑΝ. Ἀπαθῶς αὐτὸν πεπονθέναι φαμέν. ΟΡΘ. Καὶ τίς σωφρονῶν τῶν καταγελάστων τούτων ἀνάσχοιτ' ἂν γρίφων; ἀπαθὲς γὰρ πάθος οὐδεὶς ἀκήκοε πώποτε, οὐδὲ ἀθάνατον θάνατον. Τὸ γὰρ ἀπαθὲς οὐ πέπονθε, καὶ τὸ πεπονθὸς οὐκ ἀπαθὲς μείνοι ἄν. Ἡμεῖς δὲ ἀκούομεν τοῦ θείου Παύλου βοῶντος· "Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον."