Ancient Greek
Page 220
Theodoretus Scr. Eccl. et Theol., Eranistes 220
Not analysed yet
ΕΡΑΝ. Πολλάκις συνωμολόγησα. ΟΡΘ. Καὶ τὴν λογικὴν ψυχήν; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Εἰ τοίνυν μετὰ τοῦ σώματος ἀνείληφε τὴν ψυχήν, συνεχωρήσαμεν δὲ συμπάσχειν τῷ σώματι τὴν ψυχήν, ἡ ψυχὴ ἄρα συνέπαθεν, οὐχ ἡ θεότης τῷ σώματι· συνέπαθε δὲ τὰς ὀδύνας ὡς εἰκὸς δεξαμένη διὰ τοῦ σώματος. Ἀλλὰ συμπάσχειν μὲν ἴσως τῷ σώματι φαίη τις ἂν τὴν ψυχήν, συναποθνῄσκειν δὲ οὐδαμῶς· ἀθάνατον γὰρ ἔλαχε φύσιν. Διά τοι τοῦτο καὶ ὁ κύριος ἔφη· "Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι." Εἰ τοίνυν οὐδὲ τὴν ψυχὴν τοῦ σωτῆρός φαμεν τῷ σώματι κοινωνῆσαι θανάτου, πῶς ἄν τις τὴν παρ' ὑμῶν τολμωμένην δέξαιτο βλασφημίαν, ἣ τὴν θείαν φύσιν μεταλαχεῖν θανάτου λέγειν τολμᾷ; καὶ ταῦτα τοῦ κυρίου νῦν μὲν τὸ σῶμα προσφερόμενον, νῦν δὲ τὴν ψυχὴν ταραττομένην ἐπιδεικνύντος. ΕΡΑΝ. Καὶ ποῦ τὸ σῶμα προσφερόμενον ὁ κύριος ἔδειξεν; Ἢ πάλιν ἡμῖν τὴν πολυθρύλλητον ὑμῶν προσοίσετε μαρτυρίαν· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν;" καὶ τὸν εὐαγγελιστὴν ἡμῖν βρενθυόμενοι παρέξετε λέγοντα· "Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ, καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς." ΟΡΘ. Εἰ λίαν οὕτω ταῖς θείαις φωναῖς ἀπεχθάνεσθε, αἳ τὸ μέγα κηρύττουσι τῆς οἰκονομίας μυστήριον, τί δήποτε μὴ Μαρκίωνι καὶ Βαλεντίνῳ καὶ Μάνητι παραπλησίως τὰς τοιάσδε φωνὰς ἐξαλείφετε; καὶ γὰρ ἐκεῖνοι ταὐτὸ τοῦτο δεδράκασιν. Εἰ δὲ θρασὺ τοῦτο δοκεῖ καὶ ἀνόσιον, μὴ κωμῳδεῖτε τοῦ δεσπότου τὰ ῥήματα, ἀλλὰ τοῖς ἀποστόλοις ἀκολουθεῖτε πιστεύσασι μετὰ τὴν ἀνάστασιν, ὡς ἡ θεότης ἀνέστησαν ὃν ἔλυσαν οἱ Ἰουδαῖοι ναόν. ΕΡΑΝ. Εἰ μαρτυρίαν ἔχεις στερράν, παῦσαι λοιδορούμενος, καὶ πλήρωσον τὴν ὑπόσχεσιν. ΟΡΘ. Μέμνησαι πάντως τῶν εὐαγγελικῶν λογίων ἐκείνων, ἐν οἷς τοῦ μάννα καὶ τῆς ἀληθινῆς τροφῆς ὁ κύριος ἐποιήσατο σύγκρισιν. ΕΡΑΝ. Μέμνημαι.