Ancient Greek
Page 244
Theodoretus Scr. Eccl. et Theol., Eranistes 244
Not analysed yet
Ὁρᾷς τὴν ἀκρίβειαν; Τὸ θνητὸν τοῦτο ἔδειξε δεικτικῶς, ἵνα μὴ ἄλλης νομίσῃς σαρκὸς ἀνάστασιν. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐπὶ τῇ κυριακῇ τοῦ Πάσχα. Διὰ τοῦτο καὶ ὁ σταυρὸς ἡμῖν μετὰ παρρησίας κηρύττεται, καὶ θάνατος παρ' ἡμῶν ὁ δεσποτικὸς ὡμολόγηται, οὐδὲν τῆς θεότητος πασχούσης (ἀπαθὲς γὰρ τὸ θεῖον), ἀλλὰ τοῦ σώματος τὴν οἰκονομίαν πληροῦντος. Τοῦ αὐτοῦ εἰς Ἰούδαν τὸν προδότην. Ὥστε ὅταν ἀκούσῃς τὸν δεσπότην προδιδόμενον, μὴ καταγάγῃς εἰς εὐτέλειαν τὸ θεϊκὸν ἀξίωμα, μηδὲ τὰ σωματικὰ πάθη τῇ θείᾳ δυνάμει προσάψῃς. Ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον. Εἰ γὰρ καὶ δούλου μορφὴν ὑπῆλθε διὰ φιλανθρωπίαν, ἀλλ' οὐκ ἐτράπη τὴν φύσιν· ἀλλ' ὢν ὅπερ ἦν, συνεχώρησε τὸ θεῖον σῶμα θανάτου πεῖραν λαβεῖν. Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐξ ἑορταστικοῦ τόμου. Τῶν γὰρ ἀλόγων ζῴων οὐκ αἴρονται καὶ τίθενται πάλιν αἱ ψυχαί, ἀλλὰ μετὰ τῶν σωμάτων συνδιαφθείρονται, καὶ εἰς χοῦν ἀναλύουσιν. Ὁ δὲ σωτήρ, ἄρας αὑτοῦ παρὰ τὸν καιρὸν τοῦ σταυροῦ τὴν ψυχὴν ἀπὸ τοῦ οἰκείου σώματος, πάλιν αὐτὴν εἰς αὐτὸ τέθεικεν ἀναστήσας ἐκ νεκρῶν. Τοῦτο δὴ πιστούμενος ἡμᾶς, προὔλεγε διὰ τοῦ Ψαλμῳδοῦ βοῶν· "Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν." Τοῦ μακαρίου Γελασίου ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης. Ἐκ τοῦ εἰς τὰ Ἐπιφάνια λόγου. Ἐδέθη, ἐτρώθη, ἐσταυρώθη, ἐψηλαφήθη, μώλωπας ἐφόρεσεν, οὐλὴν