Ancient Greek
Page 257
Theodoretus Scr. Eccl. et Theol., Eranistes 257
Not analysed yet
ιβʹ. Ἄλλως. Ὤμοσεν ὁ θεὸς τῷ Δαβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, ὡς καὶ ὁ προφήτης εἴρηκε, καὶ ὁ μέγας ἡρμήνευσε Πέτρος. Εἰ δὲ ὁ θεὸς λόγος εἰς σάρκα τραπεὶς ὠνομάσθη Χριστός, οὐδαμοῦ τῶν ὅρκων εὑρήσομεν τὴν ἀλήθειαν. Ἀλλὰ μὴν ἀψευδῆ, μᾶλλον δὲ αὐτοαλήθειαν εἶναι τὸν θεὸν ἐδιδάχθημεν. Οὐκοῦν οὐ τὴν εἰς σάρκα μεταβολὴν ὁ θεὸς λόγος ὑπέμεινεν, ἀλλὰ τὴν ἐκ σπέρματος Δαβὶδ κατὰ τὴν ἐπαγγελίαν ἔλαβεν ἀπαρχήν. ΟΤΙ ΑΣΥΓΧΥΤΟΣ Η ΕΝΩΣΙΣ αʹ. Οἱ μίαν φύσιν θεότητός τε καὶ ἀνθρωπότητος μετὰ τὴν ἕνωσιν γεγενῆσθαι πιστεύοντες ἀναιροῦσι τῷδε τῷ λόγῳ τὰς τῶν φύσεων ἰδιότητας· ἡ δὲ τούτων ἀναίρεσις ἑκατέρας φύσεως ἄρνησις. Οὐ γὰρ ἐᾷ νοεῖν τῶν ἑνωθέντων ἡ σύγχυσις, οὔτε σάρκα τὴν σάρκα, οὔτε θεὸν τὸν θεόν. Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν εὐκρινὲς τὸ τῶν ἑνωθέντων διάφορον, οὐκ ἄρα σύγχυσις γέγονεν, ἀλλ' ἀσύγχυτος ἕνωσις. Εἰ δὲ τοῦτο συνωμολόγηται, οὐ μία ἄρα φύσις ὁ δεσπότης Χριστός, ἀλλ' εἷς υἱός, φύσιν ἑκατέραν ἐπιδεικνὺς ἀκραιφνῆ. βʹ. Ἄλλως. Τὴν ἕνωσιν καὶ ἡμεῖς φαμεν, καὶ αὐτοὶ δὲ συνομολογοῦσιν ἐν τῇ συλλήψει γενέσθαι. Εἰ τοίνυν κεκέρακε τὰς φύσεις ἡ ἕνωσις καὶ συνέχεε, πῶς ἡ σὰρξ μετὰ τὸν τόκον οὐδὲν ἔχουσα καινὸν ἑωρᾶτο, ἀλλὰ καὶ τὸν ἀνθρώπινον ἐδείκνυ χαρακτῆρα, καὶ τοῦ βρέφους τὰ μέτρα διέσωζε, καὶ τῶν σπαργάνων ἠνείχετο, καὶ τὴν μητρῴαν εἷλκε θηλήν; Εἰ δὲ κατὰ φαντασίαν ταῦτά γε καὶ δόκησιν τετέλεσται, κατὰ φαντασίαν ἄρα καὶ δόκησιν καὶ ἡμεῖς τῆς σωτηρίας ἀπολελαύκαμεν· εἰ δὲ καὶ αὐτοί γε οὗτοι τὴν φαντασίαν καὶ δόκησιν, ὥς φασιν, οὐ προσίενται, ἀληθῶς ἄρα σῶμα ἦν τὸ ὁρώμενον. Εἰ δὲ τοῦτο συνωμολόγηται, οὐκ ἄρα συνέχεε τὰς φύσεις ἡ ἕνωσις, ἀλλ' ἑκατέρα μεμένηκεν ἀκραιφνής. γʹ. Ἄλλως. Οἱ τὴν ποικίλην ταύτην συντεθεικότες καὶ πολύμορφον αἵρεσιν, ποτὲ μὲν σάρκα γεγενῆσθαι τὸν θεὸν λόγον φασί, ποτὲ δὲ τὴν σάρκα λέγουσι τὴν εἰς θεότητος φύσιν δεδέχθαι μεταβολήν. Ἑκάτερος δὲ λόγος ἕωλός τε καὶ μάταιος καὶ ψεύδους ἀνάμεστος. Εἰ μὲν γὰρ ὁ