Ancient Greek
Page 264
Theodoretus Scr. Eccl. et Theol., Eranistes 264
Not analysed yet
"Παρέδωκε τὸ πνεῦμα." Πάντα μέντοι κατὰ τὸ ἀνθρώπινον εἰρήκασιν ἔθος. Καὶ γὰρ τὸ ἐξέπνευσεν καὶ τὸ ἀφῆκε καὶ τὸ παρέδωκε τὸ πνεῦμα ἐπὶ τῶν τελευτώντων λέγειν εἰώθαμεν. Τοιγάρτοι τούτων οὐδὲν ἔμφασιν ἔχει θεότητος, ἀλλὰ τῆς ψυχῆς ὑπάρχει δηλωτικά. Εἰ δὲ καὶ τὴν ἀρειανικὴν τοῦ ῥητοῦ δέξαιτό τις διάνοιαν, οὐδὲν ἧττον καὶ οὕτω δείξει τῆς θείας φύσεως τὸ ἀθάνατον. Τῷ πατρὶ γὰρ παρέθετο ταύτην, οὐ τῷ θανάτῳ ταύτην παρέπεμψεν. Εἰ τοίνυν καὶ οἱ τῆς ψυχῆς ἀρνούμενοι τὴν ἀνάληψιν καὶ κτίσμα τὸν θεὸν λόγον εἶναι λέγοντες καὶ ἀντὶ ψυχῆς αὐτὸν ἐν τῷ σώματι γεγενῆσθαι δογματίζοντες, οὐ θανάτῳ αὐτὸν παραδοθῆναι, ἀλλὰ τῷ πατρὶ παρατεθῆναί φασι, ποίας τύχοιεν συγγνώμης οἱ μίαν μὲν τῆς τριάδος οὐσίαν ὁμολογοῦντες, καὶ τὴν μὲν ψυχὴν ἐπὶ τῆς οἰκείας ἀθανασίας ἐῶντες, τὸν δέ γε τῷ πατρὶ ὁμοούσιον θεὸν λόγον γεύσασθαι θανάτου λέγειν ἀνέδην τολμῶντες; ιγʹ. Ἄλλως. Εἰ ὁ Χριστὸς καὶ θεὸς καὶ ἄνθρωπος, ὡς καὶ ἡ θεία διδάσκει γραφή, καὶ οἱ πανεύφημοι πατέρες κηρύττοντες διετέλεσαν, ὡς ἄνθρωπος ἄρα πέπονθεν, ὡς δὲ θεὸς διέμεινεν ἀπαθής. ιδʹ. Ἄλλως. Εἰ ὁμολογοῦσι τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ παθητὴν εἶναί φασιν πρὸ τῆς ἀναστάσεως, τῆς δὲ θεότητος τὴν φύσιν κηρύττουσιν ἀπαθῆ, τί δήποτε τὴν παθητὴν φύσιν ἐῶντες, τῇ ἀπαθεῖ τὸ πάθος προσάπτουσιν; ιεʹ. Ἄλλως. Εἰ τὸ χειρόγραφον ἡμῶν ὁ σωτὴρ καὶ κύριος προσήλωσε τῷ σταυρῷ, κατὰ τὸν θεῖον ἀπόστολον, τὸ σῶμα ἄρα προσήλωσεν. Ἐν γὰρ τῷ σώματι πᾶς ἄνθρωπος, οἷόν τινα γράμματα, πήγνυσι τὰς τῶν ἁμαρτημάτων κηλῖδας. Τούτου δὴ χάριν ὑπὲρ τῶν ἡμαρτηκότων τὸ πάσης ἁμαρτίας ἐλεύθερον παρέδωκε σῶμα. ιϛʹ. Ἄλλως. Ὅταν τὸ σῶμα ἢ τὴν σάρκα ἢ τὴν ἀνθρωπότητα πεπονθέναι λέγωμεν, τὴν θείαν οὐ χωρίζομεν φύσιν. Ὥσπερ γὰρ ἥνωτο πεινώσῃ καὶ διψώσῃ καὶ κοπιώσῃ, καὶ μέντοι καὶ καθευδούσῃ, καὶ ἀγωνιώσῃ τὸ πάθος, οὐδὲν μὲν τούτων ὑφισταμένη, συγχωροῦσα δὲ ταύτῃ δέχεσθαι τὰ τῆς φύσεως πάθη, οὕτω συνῆπτο καὶ σταυρουμένῃ, καὶ συνεχώρει τελεσιουργηθῆναι τὸ πάθος, ἵνα λύσῃ τῷ πάθει