Ancient Greek
Page 64
Theodoretus Scr. Eccl. et Theol., Eranistes 64
Not analysed yet
ναι γενέσθαι, ἀπόκριναι, ὦ φιλότης. Τοῦ θεοῦ, καὶ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ παναγίου πνεύματος, μίαν οὐσίαν φαμέν, ὡς παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν παλαιᾶς τε καὶ νέας καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων, ἢ ταῖς Ἀρείου βλασφημίαις ἀκολουθοῦμεν; ΕΡΑΝ. Μίαν ὁμολογοῦμεν τῆς ἁγίας τριάδος οὐσίαν. ΟΡΘ. Τὴν δὲ ὑπόστασιν ἄλλο τι παρὰ τὴν οὐσίαν σημαίνειν νομίζομεν, ἢ τῆς οὐσίας ἕτερον ὑπειλήφαμεν ὄνομα; ΕΡΑΝ. Ἔχει τινὰ διαφορὰν ἡ οὐσία πρὸς τὴν ὑπόστασιν; ΟΡΘ. Κατὰ μὲν τὴν θύραθεν σοφίαν οὐκ ἔχει. Ἥ τε γὰρ οὐσία τὸ ὂν σημαίνει, καὶ τὸ ὑφεστὸς ἡ ὑπόστασις. Κατὰ δέ γε τὴν τῶν πατέρων διδασκαλίαν, ἣν ἔχει διαφορὰν τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἢ τὸ γένος πρὸς τὸ εἶδος ἢ τὸ ἄτομον, ταύτην ἡ οὐσία πρὸς τὴν ὑπόστασιν ἔχει. ΕΡΑΝ. Σαφέστερον τὰ περὶ τοῦ γένους καὶ τοῦ εἴδους καὶ τοῦ ἀτόμου εἰπέ. ΟΡΘ. Γένος καλοῦμεν τὸ ζῷον, πολλὰ γὰρ σημαίνει κατὰ ταὐτόν. Δηλοῖ γὰρ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον· καὶ αὖ πάλιν τῶν ἀλόγων εἴδη πολλά, τὰ μὲν πτηνά, τὰ δὲ ἀμφίβια, τὰ δὲ πεζά, τὰ δὲ νηκτά. Καὶ τούτων δὲ ἕκαστον εἰς πολλὰ διαιρεῖται. Τῶν γὰρ πεζῶν ἄλλο μέν ἐστι λέων, ἄλλο δὲ πάρδαλις, ἄλλο δὲ ταῦρος, καὶ μυρία ἕτερα. Οὕτω καὶ τῶν πτηνῶν καὶ τῶν ἄλλων εἴδη πολλά· ἀλλ' ὅμως τούτων ἁπάντων γένος ἐστὶ τὸ ζῷον, εἴδη δὲ τὰ προλελεγμένα. Οὕτω τὸ ἄνθρωπος ὄνομα κοινόν ἐστι ταυτησὶ τῆς φύσεως ὄνομα. Σημαίνει γὰρ καὶ τὸν Ῥωμαῖον καὶ τὸν Ἀθηναῖον καὶ τὸν Πέρσην καὶ τὸν Σαυρομάτην καὶ τὸν Αἰγύπτιον, καὶ συλλήβδην εἰπεῖν, ἅπαντας ὅσοι ταύτης κοινωνοῦσι τῆς φύσεως. Τὸ δέ γε Παῦλος ἢ Πέτρος ὄνομα οὐκέτι τὸ κοινὸν σημαίνει τῆς φύσεως, ἀλλὰ τόν τινα ἄνθρωπον. Οὐδεὶς γὰρ τὸν Παῦλον ἀκούσας, εἰς τὸν Ἀδὰμ καὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰακὼβ ἀνέδραμε τῷ λογισμῷ, ἀλλὰ τοῦτον μόνον ἐνόησεν, οὗ καὶ τῆς προσηγορίας κατήκουσε. Τὸν μέντοι ἄνθρωπον ἁπλῶς ἀκούσας, οὐκ εἰς τὸ ἄτομον ἀπερείδει τὸν νοῦν, ἀλλὰ καὶ τὸν Ἰνδὸν καὶ τὸν Σκύθην καὶ τὸν Μασσαγέτην καὶ ἁπαξαπλῶς πᾶν γένος ἀνθρώπων λογίζεται. Καὶ τοῦτο ἡμᾶς οὐχ ἡ φύσις μόνον, ἀλλὰ καὶ ἡ θεία διδά-