Ancient Greek
Page 66
Theodoretus Scr. Eccl. et Theol., Eranistes 66
Not analysed yet
καὶ ἀπερίγραφον τῆς θείας φύσεως διὰ τούτου σημαίνουσα· πνεῦμα δὲ ἅγιον μόνην τοῦ πνεύματος τὴν ὑπόστασιν ὀνομάζει. ΕΡΑΝ. Ἀναμφίλεκτόν ἐστι καὶ τοῦτο. ΟΡΘ. Ἐπειδὴ τοίνυν τινὰ μὲν ἔφαμεν τῆς ἁγίας τριάδος κοινά, τινὰ δὲ ἑκάστης ὑποστάσεως ἴδια, τὸ ἄτρεπτον ὄνομα κοινὸν εἶναι τῆς οὐσίας φαμὲν ἤ τινος ὑποστάσεως ἴδιον; ΕΡΑΝ. Κοινόν ἐστι τῆς τριάδος τὸ ἄτρεπτον. Οὐδὲ γὰρ οἷόν τε, τὸ μὲν εἶναι τῆς οὐσίας τρεπτόν, τὸ δὲ ἄτρεπτον. ΟΡΘ. Ἄριστα εἴρηκας. Ὣσπερ γὰρ τῶν ἀνθρώπων κοινόν ἐστι τὸ θνητόν, οὕτω τῆς ἁγίας τριάδος κοινὸν τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίωτον. Ἄτρεπτος τοιγαροῦν καὶ ὁ μονογενὴς υἱός, καθὰ καὶ ὁ γεννήσας αὐτὸν πατὴρ καὶ τὸ ἅγιον πνεῦμα. ΕΡΑΝ. Ἄτρεπτος. ΟΡΘ. Πῶς τοίνυν τὸ εὐαγγελικὸν ἐκεῖνο ῥητὸν παράγοντες, τό, "Ὁ λόγος σὰρξ ἐγένετο," τροπὴν τῇ ἀτρέπτῳ προσάπτετε φύσει; ΕΡΑΝ. Οὐ κατὰ τροπὴν αὐτὸν λέγομεν γεγενῆσθαι σάρκα, ἀλλ' ὡς οἶδεν αὐτός. ΟΡΘ. Εἰ μὴ σάρκα λαβὼν λέγεται γεγενῆσθαι σάρξ, δυοῖν θάτερον ἀνάγκη λέγειν, ἢ τὴν εἰς σάρκα τροπὴν αὐτὸν ὑπομεμενηκέναι, ἢ δοκήσει τοιοῦτον ὀφθῆναι, κατὰ δὲ τὸν ἀληθῆ λόγον ἄσαρκον εἶναι θεόν. ΕΡΑΝ. Βαλεντινιανῶν αὕτη καὶ Μαρκιωνιστῶν καὶ Μανιχαίων ἡ δόξα. Ἡμεῖς δὲ ὁμολογουμένως ἐδιδάχθημεν σαρκωθῆναι τὸν θεὸν λόγον. ΟΡΘ. Τὸ σαρκωθῆναι τί νοοῦντες; τὸ σάρκα λαβεῖν ἢ τὸ εἰς σάρκα τραπῆναι; ΕΡΑΝ. Ἃ ἡμεῖς ἀκηκόαμεν τοῦ εὐαγγελιστοῦ λέγοντος· "Ὁ λόγος σὰρξ ἐγένετο." ΟΡΘ. Τοῦτο δὲ τὸ ἐγένετο πῶς νοεῖτε, ὅτι τὴν εἰς σάρκα τροπὴν ὑπομείνας ἐγένετο σάρξ;