Ancient Greek
Page 78
Theodoretus Scr. Eccl. et Theol., Eranistes 78
Not analysed yet
τὸν ἁγιασμὸν αἷμα δεσποτικὸν ὀνομάζομεν, οὕτω τῆς ἀληθινῆς ἀμπέλου τὸ αἷμα σταφυλῆς ὠνόμασεν αἷμα. ΕΡΑΝ. Μυστικῶς ἅμα καὶ σαφῶς ὁ προκείμενος ἀποδέδεικται λόγος. ΟΡΘ. Εἰ καὶ αὐτάρκη σοι εἰς πίστιν τὰ εἰρημένα, ἀλλ' ὅμως καὶ ἑτέραν ἀπόδειξιν εἰς βεβαίωσιν τῆς ἀληθείας προσθήσω. ΕΡΑΝ. Χαριῇ μοι τοῦτο δρῶν· τὴν γὰρ ὠφέλειαν αὐξήσεις. ΟΡΘ. Οἶσθα ὅτι ἄρτον ὁ δεσπότης τὸ οἰκεῖον προσηγόρευσε σῶμα; ΕΡΑΝ. Οἶδα. ΟΡΘ. Καὶ ἑτέρωθι δὲ τὴν σάρκα σῖτον ὠνόμασεν; ΕΡΑΝ. Οἶδα καὶ τοῦτο. Ἤκουσα γὰρ αὐτοῦ λέγοντος· "Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου·" καί· "Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει." ΟΡΘ. Ἐν δέ γε τῇ τῶν μυστηρίων παραδόσει, σῶμα τὸν ἄρτον ἐκάλεσε, καὶ αἷμα τὸ κρᾶμα. ΕΡΑΝ. Οὕτως ὠνόμασεν. ΟΡΘ. Ἀλλὰ καὶ κατὰ φύσιν, τὸ σῶμα σῶμα ἂν εἰκότως κληθείη, καὶ τὸ αἷμα αἷμα. ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Ὁ δέ γε σωτὴρ ὁ ἡμέτερος ἐνήλλαξε τὰ ὀνόματα, καὶ τῷ μὲν σώματι τὸ τοῦ συμβόλου τέθεικεν ὄνομα, τῷ δὲ συμβόλῳ τὸ τοῦ σώματος· οὕτως ἄμπελον ἑαυτὸν ὀνομάσας, αἷμα τὸ σύμβολον προσηγόρευσεν. ΕΡΑΝ. Τοῦτο μὲν ἀληθῶς εἴρηκας. Ἐβουλόμην δὲ τὴν αἰτίαν μαθεῖν τῆς τῶν ὀνομάτων ἐναλλαγῆς. ΟΡΘ. Δῆλος ὁ σκοπὸς τοῖς τὰ θεῖα μεμυημένοις. Ἠβουλήθη γὰρ τοὺς τῶν θείων μυστηρίων μεταλαγχάνοντας μὴ τῇ φύσει τῶν προκειμένων προσέχειν, ἀλλὰ διὰ τῆς τῶν ὀνομάτων ἐναλλαγῆς πιστεύειν τῇ ἐκ τῆς χάριτος γεγενημένῃ μεταβολῇ. Ὁ γὰρ δὴ τὸ φύσει σῶμα σῖτον καὶ ἄρτον προσαγορεύσας, καὶ αὖ πάλιν ἄμπελον ὀνομάσας, οὗτος τὰ ὁρώμενα σύμβολα τῇ τοῦ σώματος καὶ αἵματος προς-