Ancient Greek
Page 81
Theodoretus Scr. Eccl. et Theol., Eranistes 81
Not analysed yet
ΟΡΘ. Ὡς ὁρῶ, πρὸς τοὺς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνητος στασιώτας ἔχομεν τὸν ἀγῶνα. Μᾶλλον δὲ οὐδὲ ἐκεῖνοι τραπῆναι εἰς σάρκα τὴν ἄτρεπτον φύσιν εἰπεῖν ἐτόλμησαν πώποτε. ΕΡΑΝ. Τὸ λοιδορεῖν Χριστιανῶν ἀλλότριον. ΟΡΘ. Οὐ λοιδοροῦμεν, ἀλλ' ἀληθείας ὑπερμαχοῦμεν, καὶ λίαν ἀσχάλλομεν, ὅτι τοῖς ἀναμφιλέκτοις ὡς ἀμφιβόλοις ζυγομαχεῖτε. Ἐγὼ μέντοι τὸ ἀγεννές σου καὶ φιλόνεικον διαλῦσαι πειράσομαι. Ἀπόκριναι τοίνυν, τῶν πρὸς τὸν Δαβὶδ παρὰ θεοῦ γεγενημένων ὑποσχέσεων εἰ μέμνησαι; ΕΡΑΝ. Ποίων; ΟΡΘ. Ἃς ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ συνήρμοσεν ὁ προφήτης. ΕΡΑΝ. Πολλὰς οἶδα πρὸς τὸν Δαβὶδ ἐπαγγελίας γεγενημένας· ποίας οὖν ἐπὶ τοῦ παρόντος ἐπιζητεῖς; ΟΡΘ. Τὰς περὶ τοῦ δεσπότου Χριστοῦ. ΕΡΑΝ. Αὐτὸς ἀνάμνησον τῶν ῥητῶν· αὐτὸς γὰρ ὑπέσχου προφέρειν τὰς ἀποδείξεις. ΟΡΘ. Ἄκουσον τοίνυν εὐθὺς ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ τοῦ προφήτου τὸν θεὸν ἀνυμνοῦντος. Προφητικοῖς γὰρ προϊδὼν ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρανομίαν καὶ τὴν διὰ ταύτην γενησομένην αἰχμαλωσίαν, τῶν ἀψευδῶν ὑποσχέσεων τὸν οἰκεῖον ἀνέμνησε δεσπότην. Ἔφη δὲ οὕτως· "Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου." Διὰ δὲ τούτων πάντων ὁ προφήτης διδάσκει καὶ τὴν διὰ φιλανθρωπίαν παρὰ τοῦ θεοῦ γεγενημένην ἐπαγγελίαν καὶ τῆς ἐπαγγελίας τὸ ἀψευδές. Εἶτα λέγει τίνα τε καὶ τίσιν ὑπέσχετο, αὐτὸν φθεγγόμενον ἐπιδεικνὺς τὸν θεόν. "Διεθέμην, γάρ φησι, διαθήκην τοῖς ἐκλεκτοῖς μου." Ἐκλεκτοὺς δὲ τοὺς πατριάρχας ἐκάλεσεν. Ἔπειτα ἐπιφέρει· "Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου." Λέγει δὲ καὶ περὶ τίνος ὤμοσεν· "Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Εἰπὲ τοίνυν τίνα σπέρμα τοῦ Δαβὶδ ὑπολαμβάνεις κεκλῆσθαι;