Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.149
Not analysed yet
οἶνόν μου μετὰ γάλακτός μου.» Οὐκ ἀποσείεται γὰρ οὐδὲ τοὺς νηπίους, καὶ οἱονεὶ ὑπομαζίους, καὶ γαλακτοτροφουμένους, ἀλλὰ καὶ τὸν σύμμετρον παρ' ἐκείνων δέχεται καρπὸν, καὶ ἀγαθὸς ὢν καὶ τοὺς φίλους εἰς τὴν εὐωχίαν καλεῖ, καί φησι· «Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφιδοῖ μου.» Πλησιάζουσι δὲ αὐτῷ οἱ τετελειωμένοι, καὶ τὴν πρὸς αὐτὸν αὐτοῦ αὐχοῦσι συγγένειαν, οἱ τὴν εἰκόνα φυλάττοντες ἀδιάφθορον. Καὶ οὐ μόνον αὐτοῖς πιεῖν, ἀλλὰ καὶ μεθυσθῆναι παρακελεύεται· ἔστι γὰρ μέθη σωφροσύνην, ἀλλ' οὐ παραφροσύνην ἐργαζομένη· οὐ παραλύουσα τὰ μέλη, ἀλλὰ ῥωννύουσα. «Τὸ γὰρ ποτήριον αὐτοῦ μεθύσκον ὡσεὶ κράτιστον.» Ἀλλαχοῦ δὲ πάλιν ὁ μακάριος Δαβίδ· «Μεθυσθήσονται, φησὶν, ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Τῶν ἄνωθεν οὕτως ῥηθέντων, φησὶν ἡ νύμφη βʹ. Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Κἂν γὰρ ὑπὸ τῆς φύσεως ἀναγκασθῶ μύσαι τοὺς ὀφθαλμοὺς, καὶ τὸν ὕπνον δέξασθαι, κατὰ διάνοιαν ἐγρήγορα, καὶ τὸν τῆς ῥᾳθυμίας ὕπνον οὐ καταδέχομαι, τοῦ νυμφίου τὴν παρουσίαν προσμένουσα. Διὸ καὶ αἰσθάνομαι τῶν ἐκείνου κρουμάτων. «Φωνὴ γὰρ, φησὶν, ἀδελφιδοῦ μου κρούει ἐπὶ θύραν.» Παραθήσωμεν, εἰ δοκεῖ, τούτοις τὰ ἐν τοῖς θείοις Εὐαγγελίοις ὑπὸ τοῦ καλοῦ ποιμένος εἰρημένα· «Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Καὶ πάλιν· «Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.» Μακάριος τοίνυν ὁ ποιμαινόμενος, καὶ τοῦ ποιμένος τὴν φωνὴν ἐπιγινώσκων. Μακάριος ὁ νυμφοστολούμενος, καὶ διακρίνειν ἐπιστάμενος φωνὴν μοιχοῦ καὶ νυμφίου μακάριος ὁ λέγων· «Οὐ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν,» ἀλλ' ἐγρηγορὼς καὶ τὸν νυμφίον ἀναμένων κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου παραίνεσιν· «Γρηγορεῖτε γὰρ, φησὶν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.» Ταύτην δὲ καὶ ὁ μακάριος Παῦλος προσφέρει τὴν συμβουλὴν, λέγων· «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε, πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.» Ἐγρηγορυῖα τοίνυν ἡ νύμφη, καίτοι καθεύδει τὸν σωματικὸν ὕπνον, ἐν ἀπολαύσει γίνεται τῆς φωνῆς τοῦ νυμφίου, καὶ τῶν κρουμάτων τῆς θύρας ἀκούει· τίνες δὲ αἱ θύραι τῆς ψυχῆς, ἀλλ' ἢ τοῦ σώματος αἱ αἰσθήσεις, δι' ὧν ἡ νύμφη τὸν νυμφίον εἰσδέχεται οὐ μόνον κρούοντα, ἀλλὰ καὶ ἀνοιγῆναι αὐτῷ τὴν θύραν παρακαλοῦντα; «Ἄνοιξον γάρ μοι, φησὶν, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.» Σημαίνει δὲ διὰ μὲν τῆς νυκτὸς τὴν ἐν νυκτὶ γενομένην αὐτῷ ὑπὸ τῶν Ἰουδαίων ἐπανάστασιν· διὰ δὲ τῆς δρόσου, καὶ τῶν ψεκάδων, τὸν τριήμερον