Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.148
Not analysed yet
θεῖσα ὅτι οὐ μόνον αὐτῆς τὸ κάλλος ἐθαύμασεν, ἀλλὰ καὶ τὰς στολὰς αὐτῆς ἐπῄνεσε, φησίν· ιϛʹ. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. ΚΕΦΑΛ. Εʹ. αʹ. Καταβήτω ἀδελφιδοῦς μου εἰς κῆπον αὑτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὑτοῦ. Τῶν διαβαλλομένων ἐστὶν ὁ βοῤῥᾶς παρὰ τῇ θείᾳ Γραφῇ· διὸ καὶ ὁ Θεὸς διὰ Ἱερεμίου φησὶ τοῦ προφήτου, ὅτι «Ἀπὸ βοῤῥᾶ ἐκκαυθήσεται κακά.» Καὶ πάλιν, «Καὶ τὰ ἀπὸ βοῤῥᾶ ἐκδιώξω ἀφ' ὑμῶν.» Καὶ ἀλλαχοῦ· «Ἰδοὺ κακὰ ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ συντριβὴ μεγάλη.» Παρακελεύεται τοίνυν τῷ βοῤῥᾷ ἐξεγερθῆναι καὶ ὑποχωρῆσαι, ἵνα ὁ νότος διαπνεύσῃ, καὶ διαῤῥεύσῃ πεπανθέντα τὰ τοῦ κήπου ἀρώματα· ἵνα τῶν καρπῶν αὐτῆς ὁ ἀδελφιδοῦς ἀπολαύσῃ. Ὁ δὲ νότος εὔδηλον, ὅτι ἀπὸ μεσημβρίας πνεῖ, νότος προσαγορευόμενος διὰ τὸ ὑγρὸς εἶναι, καὶ νοτίδος πληροῦν ἐν τῷ πνεῖν τὰ σώματα· πλέον δὲ καὶ ἀπὸ τῆς μεσημβρίας εἰσρεῖ τὸ φῶς· διὸ καὶ τὸν Κύριον ἀπὸ μεσημβρίας ἥξειν ὁ Ἀββακοὺμ προλέγει· «Ὁ Θεὸς γὰρ, φησὶν, ἀπὸ Θαιμὰν ἥξει· τοῦτο δὲ καὶ τῇ Ἑβραίων καὶ τῇ Σύρων ἑρμηνεύεται φωνῇ.» Παρακελεύεται τοίνυν ἀποστῆναι μὲν τὸ ἐναντίον Πνεῦμα, τὴν δὲ θείαν πνεῦσαι χάριν, ἵνα πεπανθέντας τοὺς τῶν ἀρωμάτων αὐτῆς καρποὺς ὁ ἀδελφιδοῦς αὐτῆς τρυγήσῃ, μηδενὸς ἀνεμοφθόρου γινομένου, ἢ πρὸ τῆς ὥρας ἐκπίπτοντος. «Εἰσῆλθον εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη.» —»Ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου, μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Φάγετε, πλησίον, μου καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφιδοῖ μου.» Εἰσελήλυθα γὰρ, φησὶν, εἰς τὸν ἐμὸν κῆπον, τὸν ὑπὸ σοῦ μοὶ προσενεχθέντα, καὶ ἐτρύγησα πρώτην τὴν σμύρναν μου, τουτέστιν ἣν ἐγὼ ἐν σοὶ κατεφύτευσα· πρῶτος γὰρ ἐγὼ τὸν ὑπὲρ σοῦ θάνατον κατεδεξάμην, εἶθ' οὕτως σὺ συναποθανεῖν μοι καὶ συνταφῆναι ἐπεθύμησας. Συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, καὶ ἐνέκρωσάς σου τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ἐτρύγησα τοιγαροῦν τὴν σμύρναν μου μετὰ ἀρωμάτων μου· καὶ τὴν ἄλλην γὰρ, φησὶν, ἀρετὴν, ἣν παρ' ἐμοῦ ἐδιδάχθης, ἐκαρπωσάμην καὶ ἔλαβον· ἔφαγον δὲ καὶ ἄρτον μου μετὰ μέλιτός μου, τὴν στερεὰν καὶ γλυκεῖαν τροφὴν, τὴν παρὰ τοῖς τελείοις εὑρισκομένην. «Ἔπιον οἶνόν μου.» Καὶ καλῶς τὴν ἀντωνυμίαν προστέθεικεν. Αὐτὸς γάρ ἐστιν ἡ ἀληθινὴ ἄμπελος, ἀφ' ἧς ὁ οἶνος οὗτος ἐγεωργήθη. «Ἔπιον