Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.153
Not analysed yet
χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου. Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδοῦς μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει· ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Ἐπειδὴ οὐκ ἠβουλήθη εὐθὺς ἀνοῖξαι κρούσαντι, ἅπτεται μὲν αὐτῆς διά τινος τῶν αἰσθητηρίων, ὅπερ ὀπὴν προσηγόρευσεν, εἰσαγαγὼν τὴν χεῖρα, τουτέστι τὴν ἐνέργειαν· θερμαίνει δὲ αὐτῆς καὶ πυρσεύει τὸν ἔρωτα· τοῦτο γὰρ παραδηλοῖ τὸ, «Ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν·» ὅπερ ὁ Θεοδοτίων «ἐθερμάνθη» εἴρηκεν· ἡ δὲ ἀνίσταται μεθυσθεῖσα τῷ πόθῳ, καὶ τρέχει πρὸς τὴν θύραν, καί φησιν· «Ὅτι χεῖρές μου, τὸ κλεῖθρον κατέχουσαι, καὶ ἀνοῖξαι βουλόμεναι, ἔσταξαν σμύρναν, καὶ οἱ δάκτυλοί μου σμύρναν πλήρη·» τὴν γὰρ τελείαν περίκειμαι νέκρωσιν, μέχρις αὐτῶν τῶν ἀκροτάτων μορίων. Ἀνοίξασα δὲ τὴν θύραν, ὁρῶ τὸν ἀδελφιδοῦν μου παρατρέχοντά με, καὶ εἰσελθεῖν οὐ βουλόμενον. Ἐγὼ δὲ ἐξηρτημένη τοῦ φίλτρου, καὶ κρεμαμένη τῶν ἱερῶν αὐτοῦ λόγων, τῆς ζητήσεως εἰχόμην, καὶ βοῶσα διετέλουν, καὶ διηνεκῶς καλοῦσα· ὁ δὲ οὐχὶ ὑπήκουσεν, οὐδὲ ἀποκρίσεώς με ἠξίου· περινοστοῦσα δὲ, καὶ τὸν ποθούμενον ἐπιζητοῦσα, περιπίπτω τοῖς τὴν πόλιν οἰκοῦσι καὶ φυλάττουσιν· οἱ δὲ οὐ μόνον με ᾐκίσαντο, ἢ ἐμαστίγωσαν, ἀλλὰ καὶ τραύματα περιέθηκαν, καὶ τὸ θέριστρόν μου ἀφείλοντο. Φύλακας δὲ τειχῶν ὑπὸ τῆς νύμφης ἡγοῦμαι καλεῖσθαι καὶ φύλακας πόλεως, δημαγωγοὺς καὶ ἄρχοντας, καὶ τυράννους, πάλαι τῇ τοῦ Θεοῦ πολεμήσαντας νύμφῃ, καὶ τοὺς καλλινίκους μάρτυρας πατάξαντάς τε καὶ τραυματίσαντας, καὶ τῷ θανάτῳ παραδεδωκότας, καὶ τὰς ψυχὰς γυμνώσαντας, καὶ τὸ σῶμα ἀπὸ τῶν ψυχῶν οἷόν τι θέριστρον εἰληφότας. Καὶ γὰρ ἐκεῖνοι τὸν νυμφίον ποθοῦντες, καὶ πάντοτε τοῦτον κηρύττοντες ἐν ταῖς πόλεσι, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς, ταῦτα πάντα ὑπέμειναν. Διδασκόμεθα τοίνυν ἐκ τῶν εἰρημένων, πάντα ὄκνον ἀποθέσθαι, καὶ τῷ νυμφίῳ κρούοντι παραυτίκα ἀνοίγειν, ἵνα μὴ ἀπελθόντος πάντοσε περινοστεῖν ἀναγκασθῶμεν, καὶ ζητεῖν τὸν ποθούμενον. ηʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδοῦν μου, ἀπαγγείλατε αὐτῷ, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Ἐπιφαίνεται γὰρ πολλάκις καὶ τοῖς ἀτελέσιν ἔτι καὶ νηπίοις ὁ νυμφίος, συγκαταβαίνων τῇ ἀσθενείᾳ, καὶ προτρέπων εἰς τελειότητα· «Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες·» Ὁρκίζει