Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.156
Not analysed yet
τοιγαροῦν τὰς νεάνιδας, εἰ εὕροιεν τὸν ἀδελφιδοῦν αὐτῆς, ἀπαγγεῖλαι ὅσον ἔχει περὶ αὐτὸν ἔρωτα, καὶ ὅτι τῷ ἐκλεκτῷ βέλει τῆς ἀγάπης τέτρωται. Ἀγνοοῦσιν αἱ νεάνιδες τὸ τοῦ ἀδελφιδοῦ ὄνομα· ἔτι γὰρ ἀτελεῖς εἰσι, καὶ τῶν μυστηρίων τὸ βάθος ἀγνοοῦσιν. Διό φασι· θʹ. Τί ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; Τί ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; Πολλάκις γὰρ, φησὶν, ἠκούσαμεν λεγούσης· «Ἀδελφιδοῦς μου, τοῦ ἀδελφιδοῦ μου,» καὶ ἀγνοοῦμεν τῶν ὑπὸ σοῦ λεγομένων τὴν δύναμιν. Ἐπειδὴ τοίνυν ὅρκος ἐστὶν ἐν μέσῳ, οὐ δυνάμεθα σιγῇ παραπέμψασθαι τὰ ὑπὸ σοῦ προσταχθέντα· δίδαξον ἡμᾶς τοίνυν, ὦ καλὴ ἐν γυναιξί· πασῶν γὰρ εὐπρεπεστέρα τυγχάνεις, καὶ νεανίδων, καὶ παλλακίδων, τί σοι βούλεται τοῦτο τὸ ὄνομα; Διαπαντὸς γὰρ τοῦτο προσφέρεις, λέγουσα νῦν μὲν «τοῦ ἀδελφιδοῦ μου·» νῦν δὲ, «ὁ ἀδελφιδοῦς μου·» εἰ γὰρ μάθοιμεν παρὰ σοῦ τίς οὗτος, καὶ οἷα σημεῖα περίκειται, θεραπεύσομέν σε καὶ πληρώσομέν σου τὸ πρόσταγμα· διδάσκει τοίνυν τὰς μαθητευομένας ὑπ' αὐτῆς ἡ νύμφη τὰ τοῦ νυμφίου σημεῖα, καί φησιν αὐταῖς· ιʹ—ιϛʹ. Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελογισμένος ἀπὸ μυριάδων. Κεφαλὴ αὐτοῦ χρυσίον ὀφάτζ· βόστρυχοι αὐτοῦ, ἐλάται· μέλανες ὡς κόραξ· Οἱ ὀφθαλμοὶ αὐτῷ ὡσεὶ περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. Σιαγόνες αὐτοῦ, ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. Χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς λίβανος ἐκλεκτὸς, ὡς κέδροι. Φάρυγξ αὐτοῦ γλυκασμὸς, καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδοῦς μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ. Ἐρωτησάσας τὰς νεάνιδας διδάσκει ἡ νύμφη τοῦ ἀδελφιδοῦ τὰ σημεῖα, καί φησιν· «Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥός.» Πρῶτον μὲν τίθησι τὸ «λευκὸς,» δεύτερον δὲ τὸ «πυῤῥός·» Θεὸς γὰρ ἀεὶ ἦν, ἐγένετο δὲ καὶ ἄνθρωπος, οὐκ ἀφεὶς ὃ ἦν, οὐδὲ τραπεὶς εἰς ἄνθρωπον, ἀλλ' ἀνθρωπείαν ἐνδυσάμενος φύσιν. Λευκὸς τοίνυν ἐστὶν, ὡς Θεός· τί γὰρ φωτὸς λαμπρότερον; φῶς δέ ἐστιν ἀληθινὸν, κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν· «Ἦν γὰρ, φησὶ,