Ancient Greek · ~5 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.213
Not analysed yet
ιγʹ. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες, τὴν φωνήν σου ἀκούτισόν με. Εἴτουν, Ὦ νυμφίε μου, σὺ ὁ ἐπαναπαυόμενος τῇ τε νοητῇ κτίσει, καὶ τῇ αἰσθητῇ, ὡς τοῖς σοῖς θελήμασι δίκην κήπων πεφυτευμέναις· ἄλλοι παρ' ἡμᾶς εἰσιν οἱ ἀμεταστρεπτὶ πρὸς σὲ ἀτενίζοντες, διὰ τὸ μὴ μερίζεσθαι δεσμῷ σώματος, αἱ ἄϋλοι πάντως καὶ ἀγγελικαὶ τάξεις· ἐγὼ δὲ ὡς ὑποκειμένη τῷ τοιούτῳ δεσμῷ, δέδοικα τὴν τροπὴν, καὶ διὰ τοῦτο τὴν δευτέραν σου κάθοδον ἐπισπεύδουσα, ἱκετεύω σε, ἀκουστήν μοι ποίησον τὴν εὐκταίαν ἐκείνην φωνήν σου, τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» Καὶ οὕτως· ιδʹ. Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῷ δόρκωνι, ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. Προσκαλούμενος γὰρ τοὺς δικαίους εἰς τὴν ἀπὸ καταβολῆς κόσμου ἡτοιμασμένην αὐτοῖς βασιλείαν σου, ἀφίστασαι πάντως τῆς διὰ τῶν αἰσθητῶν προνοίας ἡμῶν, ἐφελκόμενος τοὺς ἀξίους ἐπὶ τὰ ὕψη τῶν πνευματικῶς εὐωδιαζουσῶν αὐτοὺς κατὰ θέωσιν χαρίτων· ἐν αἷς ὥς τις δόρκων, ἢ ἐλάφου νεβρὸς, ἀναιρετικὸς τῶν ἰοβόλων θηρίων, τὰ μαινόμενα καθ' ἡμῶν τῆς πονηρίας πνεύματα νεκροῖς, καταπαύων τὸν πρὸς ἡμᾶς αὐτῶν πόλεμον. Εἴη δὲ καὶ ἡμᾶς διαφυγεῖν τὰ τῶν ὄφεων δήγματα. εἰ δὲ καὶ δηχθείημεν, εἰς τὸν ὑψωθέντα ὑπὲρ ἡμῶν ἀπιδεῖν, καὶ τὴν θεραπείαν ἑλκῦσαι.