Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.212
Not analysed yet
τῆς δεξιᾶς χειρὸς τὴν μονάδα· δηλοῖ δὲ τοῦτο τὴν τοῦ καρποφοροῦντος σωτηρίαν· οὐδένα γὰρ ἄλλον ὁ τὸν ἀμπελῶνα φυτεύσας παρὰ τούτου λαμβάνει καρπὸν, ἢ τὴν αὐτοῦ τοῦ φυτευθέντος καὶ καρποφοροῦντος σωτηρίαν. Διό φησι ταῦτα λέγουσα ἡ νύμφη· ιβʹ. Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι τῷ Σολομών. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι (χρὴ γὰρ ἀσαφὲς ὂν σαφὲς εἰς δύναμιν καταστῆσαι)· Καὶ ὁ ἀμπελὼν, φησὶν, ἐμὸς, καὶ ὁ καρπὸς ἐμός. Οἱ γὰρ νομιζόμενοι παρέχεσθαι τῷ εἰρηνικῷ μου νυμφίῳ, τουτέστι τῷ Σολομῶντι, χίλιοι ἀργυρίου ἐνώπιόν μού εἰσιν· ἀποδώσει μοι γὰρ αὐτοὺς πάλιν. Καὶ νῦν μὲν γὰρ ἀπαιτεῖ καρπὸν, τὴν ἐμὴν ποθῶν σωτηρίαν, καὶ σωζομένην με θέλει ἰδεῖν. «Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι Σολομὼν, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.» Λαμβάνουσι μισθὸν τοῦ ἀμπελῶνος οἱ φύλακες, καὶ μισθὸν ὡρισμένον. Καὶ ἐπειδὴ τὰς πέντε αἰσθήσεις τοῦ ἀμπελῶνος φυλάττουσι, ὄψιν, καὶ γεῦσιν, καὶ ὄσφρησιν, καὶ ἀκοὴν, καὶ ἁφὴν, ἀναγκαίως τοὺς διακοσίους κομίζονται, οἵπερ εἰσὶ τῶν χιλίων τὸ πέμπτον· ἄξιοι γὰρ οἱ τὸν θεῖον ἀμπελῶνα φυλάττοντες, τῶν παρὰ τοῦ φυτουργοῦ τυχεῖν ἀμοιβῶν· διὸ οὐ μόνον ὁ νυμφίος, ἀλλὰ καὶ αὕτη ἡ νύμφη, τούτοις δώσει τὰς ἀντιδόσεις. Καὶ ὁ μακάριος Παῦλός φησιν· «Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε μισθὸν λήψεται.» Καὶ τοῖς ἐργασαμένοις δὲ εἰς τὸν ἀμπελῶνα, τῆς ἑσπέρας καταλαβούσης, ἐκέλευσεν ὁ οἰκοδεσπότης ἀνὰ δηνάριον δοθῆναι. Δῆλον τοίνυν ὡς οὐδὲν ἄμισθον παρὰ Θεῷ· εἰ γὰρ ὁ ποτήριον ψυχροῦ ἑνὶ τῶν μικρῶν τῶν ἐλαχίστων προσφέρων οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὑτοῦ, πολλῷ μᾶλλον ὁ τὸν ἀμπελῶνα φυλάττων τῶν παρὰ τοῦ ἀμπελῶνος ἀμοιβῶν ἀπολαύσεται. Καὶ αὐτὸς δὲ ὁ ἀμπελὼν τὴν διὰ τῶν πέντε αἰσθήσεων ὑπακοὴν παρέξει, καὶ τοὺς διακοσίους πληρώσει· οἳ πεντάκις τοσοῦτοι γινόμενοι διαιρέται ὑπάρχουσι τῶν κατ' ἐνέργειαν φυλασσόντων αὐτάς· καὶ γὰρ ὁ μὲν χίλια ἀριθμὸς τὴν ἐν Χριστῷ ἐμφαίνει τελειότητα, ἀπροσδεὴς ὑπάρχων μονάς· ὡς μὴ μόνον τὸν δυνάμει, ἀλλὰ καὶ τὸν ἐνεργείᾳ ταύτης λόγον ἐν ἑαυτῷ φέρων, ὅτι ἐκ μονάδος ἄρχεται, καὶ διὰ μονάδος δηλοῦται, καὶ μονάδος ἐστὶ ποιητικός· ἡ γὰρ χιλιὰς καὶ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ γνωρίζονται· ὁ δὲ διακόσιος πάλιν ἀριθμὸς τὴν τῆς φύσεως ἡμῶν εἰς ἑαυτὴν διὰ τῆς τῶν ἐντολῶν ἐργασίας δηλοῖ ἀποκατάστασιν, ὡς δεκαπλασιάζων κατὰ τὴν δεκάδα τῶν ἐντολῶν τὸν ἐκ τοῦ τετράκις πέντε συντιθέμενον· κἀντεῦθεν δηλοῦντα τὸν ἐξ ὕλης καὶ εἴδους τῆς φύσεως ἡμῶν σύνθετον εἰκοστὸν ἀριθμόν. Πρὸς δὲ τούτοις εἰρημένοις, ἡ νύμφη, καὶ τάδε πρὸς τὸν νυμφίον, δι' ἄκραν τε μετριοφροσύνην καὶ ἐπιτεταμένον πόθον τῶν μελλόντων ἀγαθῶν, διέξεισιν·