Ancient Greek · ~4 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.28
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΑΣΜΑ ΤΩΝ ΑΣΜΑΤΩΝ. Τῷ Θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰωάννῃ Θεοδώρητος. Ἡ τῶν θείων λογίων ἐξήγησις δεῖται μὲν ψυχῆς κεκαθαρμένης, καὶ ῥύπου παντὸς ἀπηλλαγμένης· δεῖται δὲ καὶ διανοίας ἐπτερωμένης, καὶ καθορᾷν τὰ θεῖα δυναμένης, κατατολμώσης τῶν ἀδύτων τοῦ Πνεύματος· χρῄζει δὲ καὶ γλώττης ὑπουργούσης τῇ διανοίᾳ, καὶ τὴν ἐκείνης θεωρίαν ἀξίως ἑρμηνευούσης. Ἐμοὶ δὲ καὶ ψυχὴ πολὺν ἁμαρτημάτων φορυτὸν περικειμένη, καὶ φροντίσιν ὧν ἐγκεχείρισμαι πραγμάτων βεβαπτισμένη διάνοια, καὶ διὰ ταῦτα ταπεινὴ καὶ χαμαίζηλος, καὶ κατοπτεύειν ἀκριβῶς τὰ θεῖα μὴ δυναμένη λόγια, καὶ πρὸς τούτοις γλῶττα τῆς διανοίας νωθεστέρα καὶ βραδυτέρα. Ἐπειδὴ δὲ προσέταξας, ὦ φίλη μοι κεφαλὴ, τοῦ ᾌσματος τῶν ᾀσμάτων ἑρμηνεῦσαι τὴν βίβλον, καὶ τῶν αἰνιγματωδῶς καὶ μυστικῶς εἰρημένων σαφῆ καὶ δήλην τὴν διάνοιαν δεῖξαι, κατετολμήκαμεν τῶν ὑπὲρ δύναμιν, καὶ ταῦτα μυρίαις ἀστικαῖς τε καὶ χωριτικαῖς, στρατιωτικαῖς τε καὶ πολιτικαῖς, ἐκκλησιαστικαῖς τε καὶ κοιναῖς περιεχόμενοι φροντίσι· τόν τε βυθὸν τοῦ πελάγους κατεθαῤῥήσαμεν, καὶ εἰς τὸ βάθος τοῦ γράμματος καταβῆναι τετολμήκαμεν, ἵνα σοι τὸν τοῦ νοήματος ἀνενέγκωμεν μαργαρίτην. Ἐλάβομεν δὲ οὐκ ἔλαιον ἐν τῷ στόματι, ἵν' εἰς ἔρευναν τοῦ ζητουμένου συνεργῷ χρήσωμαι χειροποιήτῳ φωτὶ,