Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.29
Not analysed yet
ἀλλ' εὐχὴν καὶ ἱκετείαν, ἧς ὅτι μάλιστα χρῄζουσιν οἱ τῆς τῶν θείων λογίων διανοίας ἐφικέσθαι ποθοῦντες. Ἐδίδαξε γὰρ ἡμᾶς ὁ μακάριος Δαβὶδ λέγειν· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Ταῦτα δεδιδαγμένοι, τὴν θείαν ἱκετεύσωμεν χάριν, ὑποδεῖξαι ἡμῖν τὴν τοῦδε τοῦ βιβλίου διάνοιαν. Ἐπειδὴ δέ τινες τῶν τὸ ᾎσμα τῶν ᾀσμάτων διαβαλλόντων, καὶ πνευματικὸν εἶναι τὸ βιβλίον οὐ πιστευόντων, μύθους δέ τινας οὐδὲ γραϊδίοις παραληροῦσιν ἁρμόττοντας ὑφαινόντων, καὶ λέγειν τολμώντων, ὡς σοφὸς Σολομὼν εἰς ἑαυτὸν, καὶ τὴν τοῦ Φαραὼ θυγατέρα, τοῦτο συγγέγραφε, καὶ ἄλλοι δέ τινες ταυτησὶ τῆς συμμορίας ὑπάρχοντες, Ἀβισαὴ τὴν Σουναμῖτιν, ἀντὶ τῆς τοῦ Φαραὼ θυγατρὸς, εἶναι τὴν νύμφην ἀνεπλάσαντο· οἱ δὲ τούτων σεμνότερον νενοηκότες, βασιλικὸν τὸν λόγον ὠνομάκασι, καὶ νύμφην τὸν λαὸν προσηγορεύκασι, τὸν δὲ βασιλέα νυμφίον· ἀναγκαῖον τοίνυν ἡγησάμεθα, τῆς ἑρμηνείας ἀρχόμενοι, τὴν διεψευσμένην ταύτην καὶ βλαβερὰν πρότερον διελέγξαι διάνοιαν, εἶθ' οὕτως σαφῆ τοῦ γράμματος τὸν σκοπὸν καταστῆσαι. Ἐχρῆν μὲν οὖν αὐτοὺς συνιδεῖν, ὡς πολὺ λίαν αὐτῶν καὶ σοφώτεροι, καὶ πνευματικώτεροι τυγχάνουσιν οἱ μακάριοι Πατέρες, οἱ τοῦτο τὸ βιβλίον ταῖς θείαις Γραφαῖς συντεταχότες, καὶ ἅτε δὴ πνευματικὸν κανονίσαντές τε αὐτὸ, καὶ Ἐκκλησίᾳ πρέπειν ἀποφηνάμενοι. Οὐ γὰρ ἂν, εἴπερ ἄλλως ὑπέλαβον, ταῖς ἁγίαις αὐτὸ Γραφαῖς συνηρίθμησαν, ἀκρασίας ἔχον καὶ φιληδονίας ὑπόθεσιν. Καὶ τί δεῖ τοὺς κάτω λέγειν Πατέρας, ἐξὸν αὐτοῦ τοῦ θείου Πνεύματος καλέσαι τὴν μαρτυρίαν; Ἐπειδὴ γὰρ αἱ θεῖαι Γραφαὶ, αἱ μὲν ὑπὸ Μανασσοῦ, τοῦ πονηρίᾳ καὶ δυσσεβείᾳ τούς τε πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἅπαντας ἀποκρύψαντος, ἐνεπρήσθησαν· αἱ δὲ κατὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν φροῦδοι παντελῶς ἐγένοντο· τῶν Βαβυλωνίων καὶ τὸν θεῖον ναὸν ἐμπρησάντων, καὶ τὴν πόλιν ἀνάστατον πεποιηκότων, καὶ τὸν λαὸν ἐξανδραποδισαμένων μετὰ πολὺν ἐτῶν ἀριθμὸν, τοῦ λαοῦ πάλιν ἀνακλήσεως τετυχηκότος, ὁ μακάριος Ἔσδρας, ἀνὴρ ἀρετῇ διαπρέπων, καὶ τοῦ παναγίου Πνεύματος πλήρης γενόμενος, ὡς βοᾷ τὰ πράγματα, τὰς ἀναγκαίας ἡμῖν καὶ σωτηρίας παρεκτικὰς ἀναγράφει Γραφάς· καὶ οὐ μόνον τὰ Μωσέως συγγράμματα, ἀλλὰ καὶ τὴν Ἰησοῦ, καὶ τῶν Κριτῶν, καὶ τῶν Βασιλέων ἱστορίαν, καὶ τοῦ γενναίου Ἰὼβ τὸ διήγημα· καὶ τὴν ἱερὰν τοῦ Δαβὶδ μελῳδίαν, τὴν τῆς Ἐκκλησίας εὐφροσύνην, καὶ τοὺς ἑκκαίδεκα προφήτας, καὶ τοῦ σοφοῦ Σολομῶντος τὰς παροιμίας, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ ᾎσμα τῶν ᾀσμάτων. Πῶς τοίνυν ταύτην ἔχει τὴν διάνοιαν, ἥν φατε, τὸ βιβλίον, ὦ βέλτιστοι, εἰ ὁ μὲν Ἔσδρας ταῦτα συνέγραψεν, οὐκ ἐξ ἀντιγράφων δὲ ἔγραψεν, ἀλλὰ τοῦ θείου Πνεύματος πλήρης γενόμενος, ἵνα πᾶσιν ἀνθρώποις ἀνάγραπτον παραπέμψῃ τὴν ὠφέλειαν; Τὰ γὰρ τῆς ἀκολασίας