Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.92
Not analysed yet
μὼν, ὅτι «Μῆκος βίου, καὶ ἔτη ζωῆς, ἐν τῇ δεξιᾷ αὐτῆς· ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα.» Καὶ περὶ τῆς περιλήψεως πάλιν ἔστιν εὑρεῖν ἐν ταῖς Παροιμίαις εἰρημένον τὸ, Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· περιχαράκωσον αὐτὴν, καὶ ὑψώσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.» Ἐντεῦθεν τοίνυν τὰς ἀφορμὰς λαβόντες, πνευματικώτερον κἀκεῖνα νοήσωμεν, τοῦ θείου λόγου καὶ τῆς εὐσεβοῦς ψυχῆς εἶναι κοινωνίαν πιστεύοντες τὴν καλουμένην περίληψιν· καὶ τὸ εὐώνυμον δὲ καὶ δεξιὸν, ὡς ἀφ' ἡμῶν ληφθὲν, νοητέον. Ἵνα δὲ μὴ ἀθεώρητον αὐτὸ καταλίπωμεν, οὑτωσὶ νοήσωμεν. Εὐεργετεῖν οἶδε καὶ κολάζειν ὁ Θεὸς, τοῖς ἀξίοις ἀπονέμων ἀμφότερα. Τὴν εὐεργετικὴν τοίνυν χάριν ἐπὶ τῆς δεξιᾶς νοήσαντες, τὴν δὲ κολαστικὴν ἐπὶ τῆς εὐωνύμου, ἀκούσωμεν τῆς νύμφης λεγούσης· «Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου·» τουτέστιν, Ἄνω εἰμὶ τῶν κολάσεων, οὐχ ὑπόκειμαι ταύταις, διὰ τὸ τῷ νυμφίῳ πλησιάσαι, καὶ τῆς θεραπείας αὐτοῦ φροντίσαι. «Ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με,» ἀντὶ τοῦ, Ταῖς εὐεργεσίαις αὐτοῦ κατακοσμήσει με, καὶ τούτων ἐμπλήσει με, οἱονεὶ περιπτυσσόμενος καὶ περιλαμβάνων, καὶ τὴν ἐμὴν ἐπιθυμίαν πληρῶν. Τοῦτο δὲ καὶ ὁ μακάριος Παῦλος παραδηλῶν ἔλεγεν, ὅτι «Οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Γένοιτο καὶ ἡμᾶς πεῖραν μὲν τῆς κολαστικῆς αὐτοῦ δυνάμεως μὴ λαβεῖν, μηδὲ γεύσασθαι τῶν ἠπειλημένων τιμωριῶν, τῶν δὲ ἐπηγγελμένων ἀπολαῦσαι δωρεῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ νυμφίου Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. ζʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν δυνάμεσι καὶ ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως θελήσῃ. Οἱ μὲν σωμάτων ἐρῶντες, μόνοι τῶν ποθουμένων ἀπολαύειν σπουδάζουσι· τοὺς δὲ πειρωμένους λῃστεύειν τὰς σφίσιν αὐτοῖς ἀνακειμένας, μετὰ πολλῆς ἀπελαύνουσι τῆς σφοδρότητος. Οἱ δὲ πνευματικῶς ἐρῶντες, καὶ τὸν Θεὸν ποθοῦντες, πάν-