Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.89
Not analysed yet
ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην·» διὰ τοῦτό φησιν· «Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.» Καὶ γὰρ ὑπὸ τὴν σκιὰν καθημένη τρυγῶ τὸν καρπὸν, καὶ τούτου μεταλαμβάνω· καὶ μαρτυροῦσιν οἱ μεμυημένοι, τοῖς τοῦ νυμφίου μέλεσιν ἐντρυφῶντες. δʹ, εʹ. Εἰσαγάγετε με εἰς οἶκον τοῦ οἴνου· τάξατε ἐπ' ἐμὲ ἀγάπην. Στηρίξατέ με ἐν μύροις· στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Οἶκον δὲ οἴνου καλεῖν αὐτὴν ἡγοῦμαι τὰς θείας ληνοὺς, περὶ ὧν ὁ προφήτης φησίν· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» —»Ὑπὲρ γὰρ τῶν ληνῶν» τὸν ψαλμὸν ὀνομάσας ταῦτα ἐπήγαγε· διδάσκων, ὡς ληνοὺς καλεῖ τὰς τοῦ Θεοῦ Ἐκκλησίας, ἐν αἷς ὁ πνευματικὸς οἶνος ἀποθλιβόμενος, καὶ οἱονεὶ ληνοβατούμενος εὐφραίνει τῶν εὐσεβῶν τὰς ψυχὰς κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Διὰ τοῦτο καὶ ἀξιοῖ ἡ νύμφη εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ οἴνου αὐτοῦ, καὶ παρακαλεῖ τοὺς τοῦ νυμφίου διακόνους λέγουσα· «Τάξατε ἐπ' ἐμὲ ἀγάπην·» τουτέστι, διδάξατέ με τῆς ἀγάπης τὸν τρόπον, ἵνα μὴ ἀγαπήσω πατέρα ἢ μητέρα ὑπὲρ τὸν νυμφίον, ἢ ἀγρὸν, ἢ ἀμπελῶνας, καὶ ἀναξία τοῦ νυμφῶνος φανῶ. Αὐτὸς γὰρ ἀπεφήνατο λέγων· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ ἀγαπῶν υἱοὺς καὶ θυγατέρας ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Καὶ ὁ παλαιὸς δὲ νόμος, ὁ τῷ Ἀδὰμ δοθεὶς, τοιαῦτα διηγόρευσεν· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» —»Τάξατε τοίνυν ἐπ' ἐμὲ ἀγάπην,» ἵνα τῷ νυμφίῳ μου συναφθῶ, καὶ τοῦτον καὶ πατρὸς, καὶ μητρὸς, καὶ τῶν ἄλλων προτιμήσω. «Στηρίξατέ με ἐν μύροις,» τουτέστι, Βεβαιώσατέ με τῇ τοῦ νυμφίου εὐοσμίᾳ, καὶ ὑπερείσατέ με, ἵνα μηδέν με σαλεύσῃ· διαπαντός μοι τὴν εὐωδίαν ἐκείνην προσφέροντες, ἵνα μὴ λαβοῦσα λήθην τοῦ νυμφίου περὶ ἕτερα πλανηθῶ. Ἀλλὰ καὶ «Στοιβάσατέ με ἐν μήλοις·» ἀντὶ τοῦ, Τοῖς καρποῖς με τοῦ νυμφίου φορτίσατε· ἵνα ὑπὸ τὴν σκιὰν αὐτοῦ καθημένη, καὶ τῶν μύρων αὐτοῦ ὀσφραινομένη, καὶ τῷ καρπῷ αὐτοῦ πεφορτωμένη, ἄληστον αὐτοῦ διαφυλάξω τὴν μνήμην· «Τέτρωμαι γὰρ αὐτοῦ τῇ ἀγάπῃ.» Καὶ γὰρ βέλος ἐκλεκτὸν ὑπάρχει, καὶ τιτρώσκει τὰς βαλλομένας ψυχάς. ϛʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου· καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ἀλλὰ μὴ πάλιν εἰς σωματικὰς καταπέσωμεν δόξας, εὐωνύμου καὶ δεξιᾶς ἐπαΐοντες· καὶ γὰρ περὶ τῆς σοφίας, ἥτις ἐστὶν ἕξις, καὶ οὐκ οὐσία, φησὶν ὁ Σολο-