Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.96
Not analysed yet
γων καὶ ὁ μακάριος Δαβίδ· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Περὶ δὲ τῶν φιλούντων αὐτόν φησιν· «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.» Οὕτω δὲ φιλεῖν τοὺς φιλοῦντας τοὺς φίλους οἱ μακάριοι ἄνδρες ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἐδιδάχθησαν. Αὐτὸς γὰρ πρῶτος ἔφη τῷ Ἀβραάμ· «Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι.» Λέγει δὲ καὶ τῷ Ἰσραήλ· «Ἐχθρεύσω τοὺς ἐχθρούς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.» Ἐντεῦθεν ἐδιδάχθη καὶ ὁ Δαβὶδ ἐκεῖνα εἰπεῖν, καὶ ὁ μακάριος Παῦλος ἀνάθεμα ποιῆσαι τοὺς μὴ φιλοῦντας τὸν Κύριον· διὰ τοῦτο καὶ ἡ νύμφη ὁρκίζει τὰς θυγατέρας Ἱερουσαλὴμ, ἐγεῖραι καὶ ἐξεγεῖραι τὴν περὶ τὸν νυμφίον ἀγάπην, ἕως ἂν αὐτὸς ἐθελήσῃ. Ταῦτα ταῖς νεάνισι διαλεγομένη, καὶ εἰς τὴν ὁμοίαν αὐτὰς ἀγάπην προτρεπομένη, ἐν αἰσθήσει γίνεται τῆς τοῦ νυμφίου παρουσίας, καί φησι· ηʹ. Φωνὴ τοῦ ἀδελφιδοῦ μου. Ἐθὰς γὰρ γενομένη τῶν ἱερῶν αὐτοῦ λόγων, ἐπιγινώσκει αὐτοῦ τὴν φωνήν· ὡς καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Ἀλλοτρίῳ δὲ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Οἶδε τοιγαροῦν ἡ νύμφη τὴν τοῦ νυμφίου φωνήν· οἶδε διαφορὰν μοιχοῦ καὶ νυμφίου. Καὶ τῶν μὲν μοιχῶν, καὶ λύκων, καὶ μισθωτῶν βδελύττεται τὰς φωνάς· τοῦ δὲ νυμφίου καὶ ποιμένος τοὺς λόγους ποθεῖ. Διόπερ αὐτίκα ἐν αἰσθήσει γενομένη τῆς ἐκείνου παρουσίας βοᾷ· «Φωνὴ τοῦ ἀδελφιδοῦ μου·» καὶ οὐκ ἀνέχεται καθῆσθαι, ἀλλ' ἀνίσταται, καὶ καραδοκεῖ, καὶ περισκοπεῖ, καὶ ὁρῶσα αὐτὸν βοᾷ· Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. θʹ. Ὅμοιός ἐστιν ὁ ἀδελφιδοῦς μου τῇ δορκάδι καὶ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. Ἄξιον δὲ ζητῆσαι, τί δήποτε αὐτὸν δορκάδι καὶ νεβρῷ ἐλάφων ἀπεικάζει, καὶ τίνα τὰ ὄρη Βαιθὴλ, καὶ τίνα τὰ πηδήματα, καὶ τίνα τὰ ἅλματα, τίνες δὲ οἱ βουνοὶ καὶ τὰ ὄρη, ἐφ' οἷς ταῦτα γίνεται. Φασὶ τὴν δορκάδα ἐπώνυμον εἶναι τῆς οἰκείας ὀξυδορκίας, καὶ διὰ τὸ ὀξέως ὁρᾷν ταύτην εἰληφέναι τὴν προσηγορίαν. Φασὶ δὲ καὶ τὰς ἐλάφους τῶν ἑρπυστικῶν θηρίων ἀναιρετικὰς εἶναι, καὶ τοὺς ὄφεις, καὶ τοὺς ἔχεις, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πόᾳ παραπλησίως ἐσθίειν, καὶ μηδεμίαν ἐντεῦθεν ἀποφέρεσθαι βλάβην. Ἐπειδὴ τοίνυν ὁ Δεσπότης Χριστὸς ῥάβδος ἐστὶ κατὰ τὸ ἀνθρώπινον ἐξελθοῦσα ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ