Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Explanatio in Canticum canticorum 81.97
Not analysed yet
πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν, δορκάδι αὐτὸν ἡ νύμφη ἀπεικάζει, διὰ τὸ ὀξυδερκὲς καὶ διορατικὸν, καὶ τῶν μελλόντων προγνωστικόν. Νεβρῷ δὲ πάλιν αὐτὸν ἐλάφων ἐοικέναι φησὶν, ὡς συντρίψαντα τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ συνθλάσαντα τὰς κεφαλὰς τοῦ δράκοντος, καὶ μαχαίρᾳ παραπλησίως ὄφιν τὸν σκολιὸν καὶ ἀνελόντα τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ· καὶ δεδωκότα τοῖς ἑαυτοῦ μαθηταῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ ἁμαρτίαν μὲν μὴ ποιήσαντα, ἄραντα δὲ τοῦ κόσμου τὰς ἁμαρτίας, καὶ οἷόν τινας ὄφεις καταδαπανήσαντα. Νεβρῷ δὲ αὐτὸν ἐλάφου ἀπεικάζει· ἐπειδὴ οὐ μόνον ἄνθρωπος, ἀλλὰ καὶ Υἱὸς ἀνθρώπου προσαγορεύεται, καὶ οὐ μόνον λέων, ἀλλὰ καὶ σκύμνος λέοντος· «Ἀναπεσὼν γὰρ, φησὶν, ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος.» Εἰκὸς δὲ αὐτὴν καὶ αἰνίττεσθαι, ὅτι καὶ ἔτι βραχεῖαν ἔχων τὴν σωματικὴν ἡλικίαν, διαβόλου τὴν δύναμιν οἷόν τινας κατεδαπάνησεν ὄφεις, καὶ τοὺς μάγους, τοῦ διαβόλου τοὺς ὑποφήτας, εὐθὺς γεννηθεὶς εἵλκυσεν εἰς προσκύνησιν. Κατὰ τὸν νόμον δὲ τῶν καθαρῶν ἐστι ζώων, καὶ ἡ δορκὰς, καὶ ἡ ἔλαφος· προτέτακται δὲ ἡ δορκὰς τῆς ἐλάφου, ὡς τύπον ἔχουσα διὰ τὴν ὀξυδορκίαν τῆς πίστεως. Πιστεῦσαι γὰρ δὴ πρῶτον τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Καὶ τοὺς ἐλάφους δὲ ἡ θεία καλεῖ Γραφή· καὶ νῦν μέν φησιν ὁ μακάριος Δαβὶδ ἐν ιζʹ ψαλμῷ· «Ὁ Θεὸς περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου.» Ἐγένετο γὰρ, φησὶν, ἄμωμος ἡ ὁδός μου, ἐπειδὴ κατηρτίσθησαν οἱ πόδες μου ὡσεὶ ἐλάφου. Ἠδυνήθην γὰρ πατῆσαι ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Νῦν δὲ ἐν κηʹ ψαλμῷ φησι· «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς.» Ἐλάφους δὲ ἐνταῦθα τοὺς ἱεροὺς ἀποστόλους ὀνομάζει, ὧν οἱ πόδες ὡραῖοι, ὡς εὐαγγελιζομένων ἀγαθὰ, ὡς πατοῦντες τοὺς θανατοῦντας ὄφεις, καὶ ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐπιβουλεύοντας· δι' ὧν ἀπεκαλύφθησαν οἱ δρυμοὶ ἄκαρποι, ἡ τῶν εἰδώλων ἀπάτη· δι' ὧν ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Τοιαῦτα καὶ ὁ μακάριος Ἀββακοὺμ ὁ προφήτης φησίν· «Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαί με ἐν ᾠδῇ αὐτοῦ.» Ἀλλὰ γὰρ καιρὸς ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν. «Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Ὅμοιός ἐστιν ἀδελφιδοῦς μου τῇ δορκάδι, ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.» Διδάσκει δὲ ἐνταῦθα ἡ νύμφη τὴν τῶν εἰδώλων κατάλυσιν ὑπὸ τοῦ νυμφίου γενομένην. Ὄρη γὰρ καὶ