Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.10
Not analysed yet
Καὶ τέχνης μὲν ἑκάστης δρεπόμενοι τοὺς καρπούς, τὰς τῶν τεχνιτῶν οὐ περιεργάζονται γλώττας· οὐδὲ γὰρ Ἀττικοὺς εἶναι τοὺς σκυτοτόμους ἀπαιτοῦσιν ἢ τοὺς χαλκέας ἢ τοὺς τέκτονας ἢ τοὺς ζωγράφους ἢ τοὺς ναυπηγοὺς ἢ τοὺς κυβερνήτας, ἀλλὰ κἂν Σκύθαι ὦσι, κἂν Σαυρομάται, κἂν Ἴβηρες, κἂν Αἰγύπτιοι, μεθ' ἡδονῆς ἀπολαύουσι τῶν τεχνῶν, μόνην ἀπαιτοῦντες τὴν τούτων ἀκρίβειαν, τὴν δὲ τῶν ἐθνῶν διαφορὰν ἥκιστα δυσχεραίνουσιν.