Ancient Greek
1.7 to 1.9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.7-9
Not analysed yet
τὰς δὲ ὀλίγας ἐᾷ, ἀλλὰ κἂν δύο εὕρῃ, κἂν μίαν, πρόρριζον ἀνασπᾷ καὶ καθαρὸν ἀποφαίνει τὸ λήϊον. Πολλῷ δὴ οὖν μᾶλλον τοῦτο ποιητέον ἡμῖν· οὐ γὰρ ἐκτέμνειν, ἀλλὰ μεταβάλλειν τὰς ἀκάνθας ὁ τῆς ἡμετέρας γεωργίας παρακελεύεται νόμος. Φέρε τοίνυν καὶ ὡς ἀκάνθαις τὴν γεωργικὴν προσενέγκωμεν δίκελλαν καὶ τῇ μακέλλῃ τοῦ λόγου τὰς τῶν ἀκοῶν ἀνευρύνωμεν αὔλακας, ἵνα μηδὲν τῶν ἐν μέσῳ κειμένων κωλυμάτων ἐπίσχῃ τῆς ἀρδείας τὸ ῥεῖθρον· καὶ μὲν δὴ καὶ ὡς ἀρρωστοῦντας καταιονήσωμεν καὶ τὰ σωτήρια καὶ παιώνια προσενέγκωμεν φάρμακα. Πρῶτον δέ γε τῶν ἄλλων τὸ τῆς οἰήσεως ἰατρεύσωμεν πάθος. Καὶ γὰρ δή τινες αὐτῶν, ποιητικῶν καὶ ῥητορικῶν λόγων μετεσχηκότες, τινὲς δὲ καὶ τῆς Πλάτωνος εὐεπείας ἀπογευσάμενοι, καταφρονοῦσι μὲν τῶν θείων λογίων, ὡς ἥκιστα κεκαλλιεπημένῃ φράσει κεκομψευμένων, οὐκ ἀξιοῦσι δὲ παρ' ἀνδρῶν ἁλιέων μαθεῖν τὴν τοῦ ὄντος ἀλήθειαν.