Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.100
Not analysed yet
Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τόδε σκοπήσωμεν, ὡς ἕκαστος τῶν ἀνθρώπων, τέχνην μαθεῖν ἐθέλων τινά, φοιτᾷ μὲν τῷ διδάσκειν ἐπισταμένῳ, στέργει δὲ τὰ προσφερόμενα παρ' ἐκείνου μαθήματα· καὶ ὁ μὲν σκυτοτόμος ἐπιδείκνυσιν, ὅπως δεῖ τὸν περιτομέα κατέχειν καὶ τὰ δέρματα διατέμνειν, καὶ μέντοι καὶ ξυρράπτειν καὶ τῷ καλόποδι προσαρμόττειν· ὁ δὲ πιστεύει τοῖς λεγομένοις καὶ οὐκ ἀντιλέγει διδάσκοντι· καὶ ὁ μὲν ἔχει τῶν γινομένων τὴν γνῶσιν, ὁ δὲ στέργει τὴν πίστιν, κατὰ βραχὺ δέ γε διὰ τῆς πίστεως προσλαμβάνει τὴν γνῶσιν.