Ancient Greek
1.97 to 1.99
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.97-99
Not analysed yet
Καὶ αὖ πάλιν περὶ ἡλίου λογομαχία παρ' ἐκείνοις πολλή. Ἀναξίμανδρος μὲν γὰρ καὶ Ἀναξιμένης ἑπτακαιεικοσαπλασίονα τῆς γῆς τοῦτον ἔφασαν εἶναι, Ἀναξαγόρας δὲ Πελοποννήσου μείζονα, Ἡράκλειτος δὲ ὁ Ἐφέσιος ποδιαῖον. Τίς οὖν ἄρα ἀξίως τὴν τοιαύτην διαφωνίαν γελάσειεν; οὐδὲ γὰρ περὶ σμικροῦ τινος αὐτοῖς μέτρου γέγονεν ἡ διχόνοια, ἀλλὰ περὶ ἀπείρου, καὶ ὅσον οὐκ ἄν τις παραστήσαι τῷ λόγῳ. Τίς γὰρ ἅπασαν μέτρῳ ἂν περιλάβοι τὴν γῆν, εἶτα ἑπτάκις καὶ εἰκοσάκις πολυπλασιάσας τὸ μέτρον, ξυναγάγοι τῆς ψήφου τὸν λογισμὸν καὶ τοῦτον τῷ μέτρῳ τοῦ ἀνθρωπείου παραθείη ποδός; Ἀλλ' ὅμως εἰσί τινες, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις τιθέμενοι· πιστεύοντες δέ, οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα καταδέχονται λέγειν. Τί δήποτε τοίνυν τὴν μὲν ἀλογωτάτην ἐκείνην ὑπερβαίνετε πίστιν, μόνης δὲ τῆς ἡμετέρας κατηγορεῖτε, τῶν μὲν τοιούτων μύθων καὶ λήρων ἀπηλλαγμένης, τὰ θεῖα δὲ καὶ νοητὰ νοητῶς δεχομένης;