Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.115
Not analysed yet
Ἢ οὐδὲ Πινδάρῳ τῷ λυρικῷ πείθεσθε σαφῶς ἀπαγορεύοντι· μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀρχαῖον λόγον; Ταὐτὸ δὲ τοῦτο καὶ ὁ Πλάτων παρεγγυᾷ· «Εὐλαβοῦ» γάρ φησι «μήποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γάρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων τοῖς πολλοῖς καταγελαστότερα ἀκούσματα, οὐδ' αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα. Πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόλις ὥσπερ χρυσὸς ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας.» Ἠκούσατε δὲ καὶ ἐν τοῖς πρόσθεν εἰρηκότος Ὀρφέως· φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι.