Ancient Greek
1.116 to 1.121
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.116-121
Not analysed yet
Τοιγαροῦν ἡγείσθω ἡ πίστις, καὶ ἕψεται ἡ γνῶσις· τοῖς γάρ τοι εἰλικρινῶς καὶ ἀκραιφνῶς πιστεύουσι παρέχει τὴν γνῶσιν ὁ πιστευόμενος κύριος, προσγενομένη δὲ τῇ πίστει ἡ γνῶσις τελεσιουργεῖ τῆς ἀληθείας τὴν ἐπιστήμην· ὁ δέ γε ταύτην κεκτημένος ὄλβιος καὶ τρισόλβιος. Καὶ τοῦτο δὲ ὁ Πλάτων ἐν τοῖς Νόμοις δεδήλωκεν· «Τὸν μέλλοντα» γάρ φησι «μακάριον καὶ εὐδαίμονα ἔσεσθαι τῆς ἀληθείας εὐθὺς ἐξ ἀρχῆς εἶναι μέτοχον χρή, ἵν' ὡς ἐπὶ πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῷ.» Τοῖς γὰρ δὴ μετασχοῦσι τῆς ἀληθείας καὶ ταύτης ἀξίως βεβιωκόσιν οὐρανὸς εὐτρεπὴς καὶ τὰ τῶν ἀγγέλων ἐνδιαιτήματα· ὁ δὲ ταύτης ἔρημος καὶ ἀτέλεστος καὶ τῶν παναγῶν καὶ θείων ἀμύητος μυστηρίων ἔρημος μὲν τῶνδε τῶν ἀγαθῶν γενήσεται, κολαστηρίοις δὲ διηνεκέσι παραδοθήσεται. Καὶ τοῦτο αὖ πάλιν καὶ ὁ Πλάτων δεδήλωκεν ἐν τῷ Φαίδωνι· τοὺς γὰρ τὰς τελετὰς αὐτοῖς παραδεδωκότας εἰρηκέναι φησίν, ὅτι «ὃς ἂν ἀμύητος καὶ ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται ἐν βορβόρῳ κείσεται, ὁ δὲ κεκαθαρμένος τε καὶ τετελεσμένος ἐκεῖσε ἀφικόμενος μετὰ θεῶν οἰκήσει.» Πείσθητε τοίνυν, ὦ φίλοι, τοῖς ὑμετέροις φιλοσόφοις, προτελοῦσιν ὑμᾶς καὶ τὰ ἡμέτερα προδιδάσκουσιν. Ἀτεχνῶς γὰρ ἐοίκασι τῶν ᾠδικῶν ὀρνίθων ἐκείνοις, οἳ τὴν μὲν ἀνθρωπείαν μιμοῦνται φωνήν, ἀγνοοῦσι δὲ τῶν λεγομένων τὸν νοῦν· παραπλησίως γὰρ δὴ καὶ οὗτοι, περὶ θείων πραγμάτων διαλεγόμενοι, οὐκ ἔγνωσαν ὧνπερ ἔλεγον τὴν ἀλήθειαν. Ἔχουσι δὲ οἶμαι ἀμηγέπη ξυγγνώμην, οὔτε προφητικῆς δᾳδουχίας οὔτε ἀποστολικῆς ἀπολαύσαντες φωταγωγίας, μόνην δὲ τὴν φύσιν ποδηγὸν ἐσχηκότες, ἧς ὁ τῆς δυσσεβείας πλάνος τὰ θεοχάρακτα πάλαι διέφθειρε γράμματα· ἀνενεοῦτο δέ τινα ὅμως τούτων ὁ ποιητὴς καὶ πάμπαν ἐξίτηλα γενέσθαι οὐκ εἴα, τὴν οἰκείαν τοῖς ἀνθρώποις διὰ τῆς κτίσεως προμήθειαν ἐπιδεικνύμενος.