Ancient Greek
1.125 to 1.126
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.125-126
Not analysed yet
Ὅθεν πολλάκις καί τινα ἐδώδιμα φύουσι καὶ τοὺς τῶν γεωργουμένων μιμοῦνται καρπούς, ἐπίδηλα δὲ ὅμως ἐστίν, ὡς γεωργίας προφητικῆς οὐ τετύχηκε· τραχύτης γάρ τις αὐτοῖς ἀναμέμικται καὶ πικρότης· οἱ δέ γε διακρίνειν εἰδότες, τὸ χρειῶδες καρπούμενοι, τὸ λοιπὸν χαίρειν ἐῶσι, καθάπερ οἱ τὰς ῥοδωνιὰς τρυγῶντες καταλείπουσι μὲν τὰς ἀκάνθας, ξυλλέγουσι δὲ τὰς κάλυκας. Καὶ μὲν δὴ καὶ ταῖς μελίτταις οὗτος ὁ νόμος ἐμπέφυκεν· οὐ γλυκέσι γὰρ μόνοις, ἀλλὰ καὶ πικροῖς ἄνθεσιν ἐφιζάνουσαι, τὴν μὲν γλυκεῖαν ἀνιμῶνται ποιότητα, τὴν δὲ πικρὰν ἀποστρέφονται καὶ ἐκ διαφόρων ποιοτήτων, πικρῶν τε καὶ στρυφνῶν καὶ αὐστηρῶν καὶ δριμέων, τὸ γλυκύτατον μέλι τοῖς ἀνθρώποις κατασκευάζουσιν·