Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.124
Not analysed yet
Καὶ καθάπερ τὸν ὑετὸν διαφερόντως μὲν τῇ γεωργουμένῃ γῇ τῆς τῶν ἀνθρώπων εἵνεκα χορηγίας ὁ μεγαλόδωρος ἐνίησιν, ἐκ περιουσίας δὲ καὶ φιλοτιμίας κἀν ταῖς ἐρήμοις κἀν τοῖς ὄρεσιν ὕει—καὶ ἡ μὲν ἀρουμένη τοὺς ἡμέρους φύει καρπούς, ἡ δὲ ἀγεώργητος τοὺς ἀγρίους· ὁρῶμεν δὲ ἔστιν ὅτε καὶ ἐν μνήμασι καὶ ἐν τοίχοις φυομένας συκᾶς—, οὕτω τὸ τῆς γνώσεως δῶρον ἐξαιρέτως μὲν τοῖς εὐσεβέσι δεδώρηται, τοῖς δέ γε οὐ τοιούτοις, ὡς ταῖς ἐρήμοις καὶ ταῖς λόχμαις ὁ ὑετός.