Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.25
Not analysed yet
Εἰ δὲ ἄρα τοῦτό φατε, ὡς ἔξω μὲν τῆς Ἑλλάδος καὶ ἔφυσαν οἵδε οἱ ἄνδρες καὶ ἐτράφησαν, τὴν δέ γε Ἑλληνικὴν ἠσκήθησαν γλῶτταν, πρῶτον μὲν ὁμολογεῖτε καὶ ἐν ἄλλοις ἔθνεσιν ἄνδρας γεγενῆσθαι σοφούς· καὶ γὰρ δὴ καὶ Ζάμολξιν τὸν Θρᾷκα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐπὶ σοφίᾳ θαυμάζετε, καὶ τῶν Βραχμάνων πολὺ παρ' ὑμῖν τὸ κλέος· Ἰνδοὶ δὲ οὗτοι, οὐχ Ἕλληνες.