Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.26
Not analysed yet
Ἔπειτα δὲ καὶ ἑτέρωθεν ἐξελέγχεσθε οὐκ ὀρθῶς προτιθέντες τῆς ἀληθείας τὴν εὐέπειαν, τὸν γάρ τοι Σωφρονίσκου Σωκράτην ὁμολογεῖτε δήπου καὶ ὑμεῖς τῶν Ἑλληνικῶν φιλοσόφων ἄριστον γεγενῆσθαι· ἀλλ' οὗτος ἐκ λιθοκόπου μὲν ἔφυ πατρός, ἐπὶ πλεῖστον δὲ τὴν πατρῴαν μετελήλυθε τέχνην.