Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.35
Not analysed yet
καὶ ἐν τῷ τρίτῳ δὲ τῶν Νόμων ταῦτά φησιν· «Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀγνοοῦσιν ὀνειδιστέον, κἂν πάνυ λογιστικοὶ ὦσι καὶ πάντα κομψὰ καὶ ὅσα πρὸς αὔξην τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα· τοὺς δὲ τοὐναντίον ἔχοντας, τούτους ὡς σοφούς τε προσρητέον, κἄν, τὸ λεγόμενον, μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς ἐγχειριστέον ὡς ἔμφροσιν.»