Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.36
Not analysed yet
Πῶς ἄν τις ἀληθέστερόν τε καὶ σαφέστερον τὴν νῦν δὴ κατέχουσαν ἀπαιδευσίαν ἐξελέγχοι καὶ οἴησιν; Τῶν γὰρ δὴ φιλοσόφων ὁ κολοφὼν οὐκ ἐν μαθήσει γραμμάτων, ἀλλ' ἐν ἀληθείας γνώσει τὴν σοφίαν ὁρίζεται· καὶ τοὺς μὲν ταύτην ἐπισταμένους, κἂν μηδὲ τὰ πρῶτα στοιχεῖα γινώσκοιεν, ὀνομάζει σοφούς· τοὺς δὲ διὰ πάσης ἐληλυθότας παιδείας, ἀληθείας δὲ καὶ δικαιοσύνης τὴν ἐπιστήμην οὐκ ἔχοντας, ἀποκρίνει καὶ ἐξελαύνει καὶ ἄρχειν οὐκ ἐπιτρέπει.